Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
βαρὺ δὲ [τοῖς ἀπ]οτάκ̣τοις πρα[γματευ]ο̣μ̣ένο̣ι̣ς̣ ὑπο[γρά]φομαι κα[τʼ]
ἀμεριμν̣ί̣[α]ς τόπ̣ον τῷ εἰς τὸ Να̣ν̣α̣ῖ̣ο̣ν [ε]ἰωθότι τελεῖσθαι κα[ὶ] ἐς(*) τὴν
ἑτέραν διδόναι βιβλιοθ[ή]κη[ν] ̣ ̣ τ̣άχιστον̣ ̣ ̣ ̣ ̣ δὲ ἐπιτηρηταὶ κατα-
5χωριζέτωσ[αν τ]ο̣[ὺ]ς̣ τῆς προσόδου λόγους̣ [εἰ]ς̣ τ̣ὸ̣ [τρια]κοντάκλεινον διὰ
πέντε ἡμερῶν, [ο]ὐ μόνον ἵνα ἡ πρόσοδος φανερὰ γένηται ἀλʼ(*) ἵνα καὶ
αὕτη ἡ ἀσφάλεια ταῖς ἄλλαις προσην(*). οἱ μέχρι νῦν ἐν τῷ καταλογείῳ
ἀπολο[γ]ισταὶ γραμματεῖς καλ[ού]με[ν]οι κατὰ τὸ παλαι[ὸν] ἔθος ἐγλογιζέσ-
θωσαν τὰ συναλλάγματα περιλαμβάνοντ[ες] τά τε τῶν νομογράφων
10καὶ τὰ τῶν σ[υνα]λλασσόντων ὀνόματα καὶ τὸν ἀριθμὸν τῶν οἰκονο-
μιῶν καὶ [τὰ εἴ]δη τῶν συνβ̣[ο]λ̣α̣ίων καὶ καταχωρ[ι]ζέτωσαν ἐν ἀμφο-
[τέρα]ις ταῖς β[ι]βλ[ιο]θήκαις. ο[ἱ καλ]ούμενοι εἰκονισταὶ ὅταν τὸν τόμον
[τῶν πρ]ο̣σαγορευομένων [συνκολ]λ̣η̣σ̣ί̣μων πρὸς καταχωρισμὸν ἀνε-
τ̣[άζ]ωσι παρασημιούσθ[ωσαν](*) [εἴ πο]υ̣ ἀπ\αλ/ήλειπται(*) ἢ ἐπιγέγραπταί τι
15ὃ [ἑτέ]ρως ἔχει· καὶ ἀντίγρ[αφον γεν]όμενον ἐν ἑ[νὶ] χάρτῃ καταχωριζέτωσαν
ε[ἰς τὰς] δύο βιβλιοθήκας, [κελεύ]ω̣ γὰρ καὶ ἐπὶ τῆς ἄλλης Αἰγύπτου γείνεσ-
θ[αι τὸ ἐ]πʼ Ἀρσ[ι]νοειτῶν καὶ [ ̣ ̣ ̣ ̣ ̣]πο[λ]ειτῶν ̣ ̣ νῦν φυλασσόμενον. προσ-
τὰ ὀνόματα τῶ[ν] συναλλαξάντων, ποιείτωσαν
τὸ αὐτὸ κα[ὶ] οἱ καλούμενοι ἐπὶ τῆς διαλογῆς τῶν
κατὰ καιρὸν ἀρχιδικαστῶν [γρα]μματεῖς καὶ τὰς
5πενθημέρους καταχωριζέτ[ω]σ[α]ν. ὁ ἐπιτηρητὴ[ς]
τοῦ Ναναίου μ[ήτ]ε τὰ ἐκδόσιμα διδότω μήτε ἐπ[ι-]
σκέψασθαι ἐπιτ[ρ]επέτω μήτ[ε ἄ]λλο τι οἰκονομείτω
πρὶν αὐτῷ ἐπιστέλλη[τ]αι ὑπὸ [το]ῦ τῆς Ἁδριανῆς βιβλι[ο-]
θήκης ἐπιτηρητοῦ, ἐπεὶ ὑπεύθυνός ἐστιν ὡς παρα-
10λογίσασθαί τι βουληθεὶς τῶν δεόντων. κατα-
χωριζέτωσαν οὖν εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας
τὰ συναλλάγματα οἱ μὲν ἐν τῇ πόλει πραγματευό-
μενο[ι] ἀπὸ Φαρμοῦθι νεομηνίας, οἱ δὲ ἐν Αἰγύπτῳ
ὁμοίως ἀπὸ Παχών.
15(ἔτους) ια Αὐτοκράτορος Καίσαρος Τραιαν[ο]ῦ
Ἁδριανοῦ Σεβαστοῦ, Φαμενὼθ κϛ. προτεθήτω.
λέγει·
οὐκ ἔλαθέ με ὅτι οἱ ἀπὸ τῆς Αἰγύπτου νομικοί,
ἄδειαν ἑαυτοῖς ὧν ἁμαρτάνουσι ἔσεσθ[α]ι νο-
5μίζοντες, πανταχοῦ μᾶλλον καταχωρ[ί]ζουσι
τὰς ἀσφαλείας ἢ ἐν Ἁδριανῇ βιβλιοθήκῃ,
διὰ τοῦτο κατασκευασθεισης(*) μάλιστα [ὅ]πως
μηδὲν τῶν παρὰ τὸ προσῆκον πρασσομένων
ἀγνοῆται. τούτους τε οὖν κελεύω καὶ
10τοὺς πολειτικοὺς(*) πάντας τὰ ἀκόλουθα τοῖ[ς]
προστεταγμένοις ποιεῖν, εἰδότας ὅ[τι] τοὺς
παραβάντας καὶ {τοὺ[ς]} διὰ ἀπειθίαν κ[ακ]ῶς
ἀφορμὴν ζητοῦντας ἁμαρτημάτω[ν]
τειμωρήσομαι(*). προτεθήτω.
15(ἔτους) ια Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ, Μεσορὴ κζ.