Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ξ̣ιθ[α]λ̣[άσσειος ὁ κα]ὶ̣ [Ἀλθα]ιεὺς Σερήνῳ Φιλίσκου τοῦ Σ[αρα-]
πίωνος μητρὸς Ἑλένης ἀπʼ Ὀξυρύγχων πόλεως χ[αίρειν].
ἐπεὶ ἐκυρώθην ὑπὸ Νεμεσιανοῦ τοῦ στρατηγή-
5σαντος τοῦ νομοῦ τῷ δευτέρῳ καὶ εἰκοστῷ
ἔτι(*) Αὐρηλίου Κομμόδ[ο]υ Ἀντωνίνου
Καίσαρος τοῦ κυρίου μην[ὶ Ἁ]δριανοῦ(*) ἀπὸ ἀπρά-
των τῆς διοικήσεως οἰκ[ίαν] καὶ αἴθριον καὶ αὐ-
λὴν σὺν χρηστηρίοις ὄ[ντα ἐπʼ] ἀμφόδου Λυκίων
10Παρεμβολῆς πρότερ[ον Σαρα]πίωνος γενομένου
[ ̣] ̣ι̣γ̣ε ̣[ ̣]γ̣ου τεταρτ[ ̣ ̣ ̣ ̣ ̣ ̣] τῶν τῆς συντειμή-
[σε]ως(*) δραχμῶν ἑξακ[οσίων κ]αὶ τῶν ἑπομένων, κ[αὶ]
[ταύ]τας παρεγράφην ὑπὸ τ[οῦ τοῦ] νομοῦ βασιλικοῦ
[γραμ]ματέως Περικλέους σ[ὺ]ν προσδιαγραφομέν[οις]
15[ἐν] δραχμαῖς ἑξακοσίαις τριάκοντα ἑπτὰ τριωβόλῳ
[ὁ]μοίως καὶ ὑπὲρ τόκου δευτέρου καὶ εἰκοστοῦ ἔτους
[δρ]αχ(μὰς) τριάκοντα ἐννέα τριώβολον ἡμιωβέλ(ιον) χαλ(κοῦς) τ[ρῖς](*) καὶ τρίτου καὶ εἰκ[ο-]
[στο]ῦ ἔτους δραχμὰς εἴκοσι ὀκτὼ ὀβολ(οὺς) δύο [ἡ]μιωβέλ(ιον) , γίνονται τό-
[κου] δραχμαὶ ἑξήκο[ν]τα ὀκτὼ χαλκοῖ τρῖς(*) , διέγραψα δὲ εἰς τὸ
20[δημ]όσιον τὰς τῆς τειμῆς(*) τῆς οἰκίας σύνπαντι
[δρ]αχμὰς ἑξακοσίας τριάκοντα ἑπτὰ τριώβολον
[ὁμο]ίως καὶ τὸν τόκον τὸν [ὀ]ν[ό]ματί μου παραγρα-
[φέ]ντα ὀν(*) ἐν δραχμαῖς ἑξήκ[ο]ντα ὀκτὼ χαλκοῖς τρισί , ὧν
[κα]ὶ τὰ σύμβολα ἐπὶ ὑπογραφῆς μου τοῦ Διογένους τοῦ
25[κ]αὶ Διονυσίου ἀνέδωκα σ[οὶ τῷ Σ]ερήνῳ ἕνεκα τοῦ ὑ-
[π]ερβεβλῆσθαι τὴν προκειμένην οἰκίαν ὑπὸ σοῦ
[το]ῦ Σερήνου καὶ ἀναβεβισθαι(*) εἰς δραχμὰς χειλίας(*)
[ὀκ]τακοσίας καὶ παραδεδόσθαι σοι ταύτην ἐξ ἐπιστο-
[λῆς τ]οῦ κρατίστου διοικητοῦ Οὐεσσιδίου Ῥ[ο]υφείν[ο]υ
30[ὑπὸ Ἱέρα(?)]κ̣[ο(?)]ς̣(?) τοῦ σ[τ]ρατηγήσαντος τῷ ἐνεστῶτι τετ[ά]ρ-
[τ]ῳ καὶ εἰκοστῷ ἔτει Μεχεὶρ τριακάδι τῶν δραχμῶν
[χ]ειλίων(*) ὀκτακοσίων καὶ τῶν ἑπο[μ]ένων καὶ τὸν
βασι[λι]κὸν παρα[γ]εγραφέναι σε ἀκολούθως ᾧ με-
τέδωκεν προσγράφῳ μετὰ τὰς διαγραφείσας ὑπʼ ἐμοῦ
35[δ]ραχμὰς ἑξακοσίας τὰς λοιπὰς δραχμὰς χειλίας(*) δια-
κοσίας καὶ τὰ τούτων προσδιαγραφόμενα, ὁμολογῶ
[κ]ατὰ προσφώνησιν Ἐπιμάχου ἀσχολουμένου ὠνὴν τῆς
[ἐπ]ὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης ἀπεσ-
[χηκ]έναι με παρὰ σοῦ ἃς διέγραψα ὡς πρόκειται ὑπὲρ μὲν
40[τιμῆ]ς καὶ προσδιαγραφομένων δραχμὰς ἑξακοσίας τριά-
[κον]τα ἑπτὰ <τριώβολον > ὑπὲρ δὲ τόκου δραχμὰς ἑξήκοντα ὀκτὼ
[χαλ(κοῦς) [τρῖς](*) ], τ̣ὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑπτακοσίας πέντε τριώβολον χαλκοῦς
[τρεῖς , καὶ μη]δέν σοι ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μήτε(*)
[περὶ το]ύτων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι
45[τῆς ἐν]εστώσης, καὶ ἐὰν τις ζήτησις περὶ τούτου πρὸς σὲ γέ-
[νηται] ἢ τοὺς παρὰ σοῦ μεταλημψομένους ἐγὼ αὐτὸς τοῦ-
[το ἀν]αδέξομαι. παρὼν δὲ ὁ πατὴρ μου Σαραπίων Ἑρμίου τ[οῦ]
[Ἑρμίου Σ]ωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς ⟦ὁ⟧ εὐδο[κ]εῖ το[ῖ]ς
[προκ]ειμένοις. κυρία ἡ ἀποχή. (ἔτους) κδ Αὐτοκράτορος Καίσαρος
50[Μάρκο]υ Α[ὐρ]ηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
[Ἀρμενι]ακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου
[Ἐπεὶφ δ] (hand 2) Διογένης ὁ καὶ Διονύσιος Σαραπίωνος Φυλαξιθα-
[λάσσε]ιος ὁ καὶ Ἀλθαιεὺς ἀπέσχον παρὰ τοῦ Σερήνου τὰς
[προκειμένας] ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑπτακοσίας
55[πέντε τρι]ώβολον χαλκοῦς τρεῖς πλήρης καὶ οὐ-
[δὲν αὐτ]ῷ ἐνκαλῶ οὔτε περὶ τούτου οὔτε περὶ ἄλλου
[οὐδε]νὸς ἁπλῶς ὡς πρόκειται, καὶ ἐὰν τις ζήτη-
[σις] περὶ τούτου γένηται πρὸς αὐτὸν ἢ τοὺς αὐτοῦ
[ἐγὼ] αὐτὸς τοῦτ[ο] ἀναδέξομαι. (hand 3) Σερῆνος Φιλίσκου τοῦ Σαρα-
60[πίωνος] μητρὸς Ἑλένη[ς ε]ὐδοκῶ τοῖς προκειμένοις κ[αὶ] ἔσχον τὰ
[συμβ]ολα ἐφʼ ὑπο[γραφῆς] σ̣οῦ [ὡς πρό]κειται. (hand 4) Σαραπίων
[Ἑρ]μίου τοῦ Ἑρ̣[μίου Σωσικόσ]μιος ὁ καὶ [Ἀλ-]
[θ]αιεὺς εὐδο[κῶ πᾶσι τοῖς προ]κειμέ[νοις].
(hand 5) [Ἐ]πεὶφ δ̣ ̣[- ca.9 -] ̣ι̣ κολ̣λ ̣[ ̣ ̣ ̣ ̣]
65κεχρη(μάτισται(?)) [ -ca.?- ]