Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
καὶ Σαραπίων Ἡρώδου τῶν ἀπʼ Ὀ-
ξυρύγχων πόλεως Ἀπολλωνίῳ
Ὥρου τῶν ἀπὸ κώμης Σενέπ[τ]α
5Πέρσης(*) τῆς ἐπιγονῆς εἰς τὸ ἐν-
εστὸς ἕκτον ἔτος Ἁδριανοῦ
Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑ-
παρχόντων αὐτοῖς περὶ τὴν αὐ-
τὴν κώμην ἐκ τοῦ Δίωνος κλή-
10ρου τὰς ἀπὸ ἐπικαλάμου ἀρούρας
δέκα ἥμισυ , ὧν γίτονες(*) ἀπηλιώ-
του Διδύμου <νότου> τῶν προγεγραμ-
μένων βορρᾶ τῶν αὐτῶν
λιβὸς Σεύθου Ποτάμωνος,
15ὥστε ξυλαμῆσαι χορτον(*) εἰς κοπὴν
καὶ ἐπινομήν, φόρου ἑκάστης
ἀρούρης μηδεμιᾶς γεωμετρίας
γενομένης ἀνὰ ἀργυρίου δρα-
χμὰς τριάκοντα ἓξ ἀκίνδυνα
20παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς
γῆς δημοσίων ὄντων πρὸς τὸν
[μ]εμισθωκότα, ὃν καὶ κυριεύειν
τῶν καρπῶν ἕως ἂν τὸν φόρον
κομίσηται. τῆς δὲ μισθώσεως
25βεβαιουμένης ἀ̣[πο]δ̣ό̣τω ὁ με-
μισθωμένος τ[ὸν φόρον] τῷ
Παῦνι μηνὶ τοῦ α[ὐτοῦ] ἔτους,
ὃ δʼ ἂν προσοφειλ[έσῃ] ἀποτει-
σάτω μεθʼ ἡμι[ολίας, κ]αὶ ἡ πρᾶ-
30ξις ἔστω τῷ με[μισθω]κότι
[ἔκ τε] τοῦ [αὐτοῦ Ἀπολ]λωνίου
καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ
πάντων καθάπερ ἐγ(*) δίκης.
κυρία ἡ μίσθωσις. (ἔτους) ἕκτου
35Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε.
——
(hand 2) Σαραπίων Ἡρώδου συν-
μεμίσθωμαι τὰς προ-
κειμένας ἀρούρας
40δέκα ἥμ[ι]συ μηδε-
μιᾶς γεω̣μετρίας
γενομένης ἀνὰ ἀργυ-
ρίου δρα[χ]μὰς τριά-
κοντα ἓξ κατʼ ἄρουραν
45ὡς πρόκειται. χρόνος
ὁ αὐτός.
μί(σθωσις) ἰς(*) τὸ ϛ [(ἔτος)].