Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
τοῦ Τρύφωνος μητρὸς [Θ]αμούν[ιο]ς τῆ[ς]
Ὀννώφριος καὶ Πτολεμαῖο[ς] Παυσιρίωνος
τοῦ Πτολεμαίου μητρὸς Ὠφελοῦτος τῆς
5Θέωνος γέρδιος, ἀμφότεροι τῶν ἀπʼ Ὀξυ-
ρύγχων πόλεως, ὁ μὲν Τρύφων ἐγδεδόσ-
θαι τῷ Πτολεμαίῳ τὸν ἑαυτοῦ υἱὸν Θοῶ-
νιν μητρὸς Σαραεῦτος τῆς Ἀπίωνος οὐδέ-
πω ὄντα τῶν ἐτῶν ἐπὶ χρόνον ἐνιαυτὸν
10ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, διακονοῦ(ν)-
τα καὶ ποιο[ῦ]ντα πάντα τὰ ἐπιτασσόμε-
να αὐτῷ ὑπὸ τοῦ Πτολεμαίου κατὰ τὴν
γερδιακὴν τέχνην πᾶσαν, <ὁ δὲ Πτολεμαῖος κατʼ αὐτὸν ἐκδιδάξειν τὸν παῖδα κατὰ τὴν γερδιακὴν τέχνην> ὧς καὶ αὐτὸς
ἐπισται(*), τοῦ παιδὸς τρεφομένου καὶ ἱμα-
15τισζομένου(*) ἐπὶ τὸν ὅλον χρόνον ὑπὸ
τοῦ πατρὸς Τρύφωνος πρὸς ὃν καὶ εἶναι
τὰ δημόσια πάντα τοῦ παιδός, ἐφʼ ᾧ
δώσει αὐτῷ κατὰ μῆνα ὁ Πτολεμαῖος
εἰς λόγον διατροφῆς δραχμὰς πέντε
20καὶ ἐπὶ συνκλεισμῷ τοῦ ὅλου χρόνου
εἰς λόγον ἱματισμοῦ δραχμὰς δέκα δύο ,
οὐκ ἐξόντος τῷ Τρύφωνι ἀποσπᾶν τὸν
παῖδα ἀπὸ τοῦ Πτολεμαίου μέχρι τοῦ
τὸν χρόνον πληρωθῆναι, ὅσας δʼ ἐὰν ἐν
25τούτῳ ἀτακτήσῃ ἡμέρας ἐπὶ τὰς
ἴσας αὐτὸν παρέξεται [με]τὰ τὸν χρό-
νον ἢ ἀ̣[πο]τεισάτω ἑκάσ[τ]ης ἡμέρας
ἀργυρίου [δρ]αχμὴν μίαν , [τ]οῦ δʼ ἀποσπα-
θῆναι(*) ἐντὸς τοῦ χρόν[ου] ἐπίτειμον(*)
30δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον
τὰς ἴσας. ἐὰν δὲ καὶ αὐτὸ[ς ὁ] Πτολεμαῖος
μὴ ἐγδιδάξῃ τὸν παῖ[δ]α ἔνοχος
ἔστω τοῖς ἴσοις ἐπιτε[ί]μοις(*). κυρία
ἡ διδασκαλική. (ἔτους) ιγ Νέ[ρ]ωνος Κλαυδίου
35Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, μηνὸς Σεβαστοῦ κα.
——
(hand 2) Πτολεμαῖος [Πα]υσιρίωνος
τοῦ Πτολεμαίου μητρὸς Ὠφε-
λοῦτος τῆς Θέωνος ἕκαστα
40ποιήσω ἐν τῷ ἐνιαυτῷ ἑνί .
Ζωίλος Ὥρου τοῦ Ζωίλου μητρὸς
Διεῦτος τῆς Σω̣κέ̣ω̣ς̣ ἔγραψα
ὑπὲρ αὐτοῦ μὴ ἰδότος(*) γράμματα.
ἔτους τρισκαιδεκάτου(*) Νέρωνος Κλαυδίου Καίσαρος
45Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτο[ρο]ς, μη(νὸς) Σεβαστοῦ κα.