Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Διονυσίο[υ χα]ίρειν. ὁ[μ]ολογ[ῶ ἔχει]ν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων
πόλει [Σαραπ]είου διὰ τῆς Ἀ[ρχιβίου] τοῦ Ἀρχιβίου τραπέζης ἀργ[υ]ρίου
Σεβαστ[οῦ νο]μίσματος δρ[αχ]μὰς πεντήκοντα δύο κεφαλαίου
5αἷς οὐδ[ὲν τ]ῶι καθόλου π[ροσ]ῆκτ[α]ι, ἃς καὶ ἀποδώσω σοι τῇ τριακάδι
τοῦ Κα[ισαρεί]ου μηνὸς τοῦ [ἐ]νεστῶτος γ (ἔτους) Νέρωνος Κλαυδ[ί]ου
Καίσαρ[ος Σεβ]αστοῦ Γερμ[ανι]κοῦ Αὐτοκράτορος χωρὶς πάσης
ὑπερ[θέσ]εως. ἐὰν δὲ μ[ὴ ἀπ]οδ[ῶ]ι καθὰ γέγραπται ἐκτείσω σοι
τ[ὸ π]ρο[κ]είμενον κεφ[άλ]αιον μεθʼ ἡμιολίας καὶ τοῦ ὑπερπεσόν-
10τος χρ[ό]νου τοὺς καθήκοντας τόκους, τῆς πράξεώς σου(*)
οὔσης ἔ[κ τ]ε ἐμοῦ καὶ ἐ[κ] τῶν ὑπαρχόντων αυτωι(*) πάντων
καθάπερ ἐγ(*) δίκης. κυρί[α] ἡ χε[ὶ]ρ πανταχῇ ἐπιφερομέν[η]
καὶ παντὶ τῶι ἐπιφέροντι. (ἔτους) γ Νέρω[ν]ος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ [Α]ὐτοκράτορ[ος, μ]ηνὸς Γερμανικείου ιη Σεβα(στῇ).
15ὑπογρα(φῆς) ἀντίγρα(φον). Διόσκορος Ζηνοδώρου [ἔ]χωι(*) τὰς τοῦ ἀργυρίου
δραχμὰς πεντήκ[ο]ντα δύο κεφαλαίου καὶ ἀποδώσωι(*)
καθότι πρόκειται. Ζωίλος Ὥρου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ ε[ἰ]δότος
γράμματα. (ἔτους) γ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, μηνὸς Γερμανικείου ιη Σεβαστῇ.
20σημεωσεω(*) ἀντίγρα(φον). ἔτους γ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ
Γερμα[νι]κοῦ Αὐτοκρά[τ]ορος, μηνὸς Γερμανικείου ιη Σεβασῇ(*).
διὰ Θέωνος τοῦ Σύρου τοῦ συνεσταμένου ὑπὸ Ἀρχιβίου τραπεζείτο(υ)(*) γέγο(νεν) ἡ̣ διαγρα(φή).