Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ξυρύγχ]ων πόλεως ἀγορανομήσας τῆς αὐτῆς
[πόλεω]ς Τεῶτι Σαραπάμμωνος μητρὸς
[ ̣ ̣ ̣ ̣ ̣]α̣τος καταγεινομένῳ ἐν κώμῃ Πα-
5[κέρκη] ἀπηλιώτου τοπαρχίας εἰς ἔτη
[τέσσα]ρα ἀπὸ τοῦ ἐνεστῶτος ϛ (ἔτους) τὰς
[ὑπαρχο]ύσας αὐτῷ περὶ τὴν Πακέρκη ἀρού-
[ρας πέν]τε , ὥστε τῷ μὲν ἐνεστῶτι ϛ (ἔτει)
[καὶ η (ἔτει)] σπεῖραι πυρῷ ἐκφορίου κατʼ ἔτος
10[κατʼ ἄ]ρουραν ἀνὰ πυροῦ ἀρτάβας ἕξ , τῷ δὲ
[ἑξῆ]ς̣ ζ (ἔτει) καὶ θ (ἔτει) ξυλαμῆσαι χλω-
[ροῖς φό]ρου ὡσαύτως κατʼ ἔτος κατʼ ἄρου-
[ραν ἀνὰ] δραχμὰς τριάκοντα δύο . ὁμο-
[λογεῖ δὲ] ὁ μεμισθωμένος αὐτόθι
15[ἐσχηκέναι] καὶ παραμεμετρῆσθαι παρὰ
[τοῦ γεο]ύχου ἐν πρ[ο]χρείᾳ εἰς σπέρμα
[ὑπὲρ τῆ]ς γῆς μόνου τοῦ ἐνεστῶτος ἔτους
[πυροῦ ἀρ]τάβας ἑπτά , ὧν τὰς ἴσας ἐπά-
[ναγκο]ν̣ ἀποδώσει αὐτῷ ἅμα τοῖς τῆς
20[γῆς ἐκ]φορίοις τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ
[ἐνεστ]ῶτος ἔτου[ς] μέτρῳ ᾧ παρείληφεν
[ἀκίνδ]υνα πάντα [π]αντὸς κινδύνου,
[τῶν] τῆς γῆς δη[μ]οσίων ὄντων πρὸς
[τὸν γεο]ῦχον, ὃν [κ]αὶ κυριεύειν τῶν
25[καρπ]ῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμε-
[να κο]μίσηται. ἐὰν δέ τις ἀπὸ τοῦ ἰσιόν-
[τος](*)[ ἔ]τους, ὃ μὴ ε[ἴ]η, ἄβροχος γένηται
[παρα]δεχθήσετα[ι] τῷ μεμισθωμένῳ,
[ὃς β]εβαιουμένη[ς] τῆς μισθώσεως
30[ἀπο]δότω τὰ ἐκ[φ]όρια καὶ τοὺς φόρους
[κα]τʼ ἔτος μηνὶ [Π]αῦνι, τὸν δὲ πυρὸν
[ἐ]φʼ ἅλω τῆς Πακέρκη νέον καθαρὸν
ἄδολον ἄκρειθον(*) κεκοσκινευμένον
μέτρῳ τετραχοινείκῳ(*) παραλημ-
35πτικῷ τοῦ γεούχου, τῆς μετρήσεως
γ[ε]ινομένης̣ ὑ̣π̣[ὸ τῶν] παρʼ αὐτοῦ, καὶ ἡ πρᾶ-
ξ[ι]ς ἔ[σ]τω ἔκ τε αὐτοῦ καὶ ἐκ τῶν ὑπαρ-
χόντων αὐτῷ πάντων, ἐπ[ὶ] τῷ τὸν
αὐτὸν μεμισθωμένον παραδῶναι(*) τὴν
40γ[ῆν] τῷ ἐσχάτῳ ἐνιαυτῷ τεθρυοκο-
πημένην καὶ κα[θ]αρὰν ἀπὸ θρύου καὶ δεί-
σης πάσης. κυρία ἡ μίσθωσις. (ἔτους) ϛ
Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ
45Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου
Ἀντωνείνου Καίσαρος ἀποδεδειγμένου
——
Αὐτοκράτορος Ἁθὺρ η. (hand 2) Τεῶς Σαρα-
πάμμωνος μεμίσθωμαι ἐπὶ
τὰ τέσσαρα ἔτη τὴν γῆν ἐκφορί-
50ου καὶ φόρου κ[α]τʼ ἄρουραν κατʼ ἔτος
τῆς μὲν ἐν π[υ]ρῷ διετίας ἀνὰ πυ-
ροῦ ἀρτάβας ἕξ , [τ]ῆς δὲ ἐν χλω-
ροῖς ἀνὰ δραχμὰς τριάκοντα
δύο , καὶ ἔσχον τὰς τῶν σπερμάτων
55πυροῦ ἀρτάβας [ἑπ]τὰ καὶ ἀποδώσω
πάντα ὡ[ς π]ρ̣[όκειτα]ι̣. Πτολεμαῖος Διο-
νυσίου ἔγραψα [ὑπὲρ] αὐτοῦ μὴ εἰδ[ό-]
τος γράμματα.