Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ἐξέδοτο Μηνόδωρο]ς̣ Ὥρου μητ(ρὸς) Τακαλλίππου ἀπὸ κώμης Ψώβθεως
[τὴν αὑτοῦ θυγατ]έραν(*) Θατρῆν μητρὸς Θατρῆτος Ἀπολλωνίῳ
[Ἡρακλέους μητρὸ]ς Ταυσοράπιος ἀπὸ τῆς αὐτῆς κώμης πρὸς \γ/ά\μ/ου κοι-
5[νωνίαν. ἡ δʼ ἔκδοτ]ος φέρει τῷ ἀνδρὶ \[εἰς φε]ρνην(*) λογου(*)/ [χ]ρυσοῦ μὲν κοινοῦ σταθμῷ
[Ὀξυρυγχιτικῷ] μναγαῖον(*) ἓν ⟦τεταρτον⟧ ἐν εἴδεσι συντιμηθὲν
[(δραχμῶν) -ca.?- ἐν δὲ παρ]αφέρνοις ἱματίων σουβροκομαφόρτια(*) δύο ,
[ἓν μὲν ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]νον τὸ δὲ ἕτερον λευκόν. ⟦ο̣νο̣υν⟧ συμβιούτωσαν
[οὖν ἀλλήλοις οἱ γ]αμοῦντες φυλάσσοντες τὰ τοῦ γάμου δίκαια,
10[καὶ ὁ γαμῶν ἐπι]χορηγείτω τῇ γαμουμένῃ τὰ δέοντα κατὰ δύνα-
μ̣ι̣ν̣ [τοῦ βίου. ἐ]ὰν̣ δ̣[ὲ ἀ]παλλαγὴ γένητ[α]ι τέκνων ὄντων ἢ καὶ
[μὴ γενομένων ἀποδότ]ω̣ ὁ γαμῶν τὰ παράφερνα πάντα
μὲν̣ ἅμ̣[α] τ[ῇ ἀπ]αλλαγῇ τὴν δ[ὲ] φερνὴν ἐν ἡμέραις ἐξή-
κοντα ἀ[φʼ ἧ]ς̣ ἐ̣[ὰν ἡ ἀ]παλλαγὴ γένηται, τῆς πράξεως ⟦αυ⟧ οὔσης
15τῷ ἐκδ̣ιδόν[τ]ι Μηνοδώρου(*) παρὰ τοῦ γαμοῦντος καὶ ἐκ
τῶν ὑπαρχ[ό]ντων αὐτῷ πάντων. παρὼν δὲ ὁ πατὴρ τοῦ
γαμοῦντος \Ἡρ[α]κλῆς Μώρου μητ(ρὸς) Ἀπ[ολ]λωνίας ἀπὸ τῆς αὐτῆς κώμης/ εὐδοκεῖ τῷ ⟦τ̣ε̣⟧ γάμῳ καὶ ἐνγυᾶται(*) εἰς ἔκτισιν
τὴν προκειμένην φερνήν. κυρία ἡ συνγραφὴ δισσὴ γρα-
φεῖσα πρὸς τὸ ἑκάτερον μέρος ἔχειν μοναχόν, καὶ ἐπερωτη-
20[θέν]τες ἑαυτοῖς ⟦αλληλοις⟧ ὡμολόγησαν. (ἔτους) ι Φαμενὼθ ιη.