Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[μ]ετὰ τὴν ὑπατίαν(*) Φλαουίων Μαξίμο[υ] τὸ [β]
καὶ Πατερίου τῶν λαμπρ(οτάτων) Μεσορὴ ιη.
Αὐρηλίῳ Φιλοξένῳ Δωρᾶτος π̣ορβιοπώ̣λ̣ῃ̣
5[ἀ]πὸ τῆς λαμπρᾶς καὶ λαμπροτ[ά]της Ὀξυρυγχιτῶν
[πόλ]εως παρὰ Αὐρηλίου Ἱέρακ[ο]ς [Ἀ]ν̣[α]στ̣[α]τιανοῦ
[ἀπὸ] τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώ-
[σασθαι] ἀ̣π̣ὸ̣ νεομηνίας τοῦ ἑξῆς μηνὸς Θὼθ
[τοῦ εἰσιόντος] ἔ[του]ς ρ̣κα ϙ τῆς τρισκαιδεκάτης(*)
10[ἰνδικτίωνος τὴν δ]ιαφέρουσάν σοι ἀπὸ ο[ἰ]κί̣[ας]
[τῆς κ]αλουμένη[ς ̣]αρους οὔσης ἐν τῇ αὐτῇ Ὀξυρυγχιτ(ῶν)
[πό]λ̣[ει] ἐπʼ ἀμφόδου Ἀγορᾶς Κυτέων(*) ὁλόκληρο[ν]
ἐ̣ξ̣[έ]δ̣ραν σὺν χρηστηρίοις πᾶσι, καὶ τελέσ[ω]
σοι ὑπὲρ ἐνοικίου ἐνιαυσίως ἀργυρίου μυριάδας
15δισχιλίας τετρακοσίας , καὶ ἐπάναγκες ἀποδώσω
τὸ ἐνοίκιον ἀνυπερθέτως, καὶ ὁπότ[αν βουληθῇς]
[π]αραδώσω σοι τὴν αὐτὴν ἐξέδραν [καθαρὰν].
[κυρία ἡ μίσ]θ̣ωσις ἁπλῆ γραφῖσα(*) καὶ [ἐπερωτηθεὶς]
[ὡμολόγησα. -ca.?- ]
-- -- -- -- -- -- -- -- -- --