Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ὀξυρυγχείτου Ἡρακλᾷ τῷ
καὶ Ἡρακλείδῃ σιτολόγωι
ἀπηλιώτου τοπαρχίας Πα-
5κέρκη τόπων χαίρειν. μέτρη-
σον συνεπιστέλλοντος
Ἱέρακος βασιλικοῦ γραμματ(έως)
ἐκ τοῦ καλλίστου δείγμα-
τος ἀπὸ γενήματος τοῦ
10διελθόντος ιγ (ἔτους) εἰς κατα-
σπορὰν τοῦ ἐνεστῶτος ιδ (ἔτους)
Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου
εἰς σπέρματα δάνεια Ἀπολ-
λωνίου Ἡλιοδώρου τοῦ Ἀπολ-
15λωνίου μητρὸς Θαΐδος
Χ[αι]ρήμονος ἀπʼ Ὀξυρύγχω(ν)
πόλεως ὡς (ἐτῶν) οθ ο(ὐλὴ) ὀφρ(ύι)
δεξ(ιᾷ), ὃν καὶ γνωριεῖς
ἰδίῳ κινδύνῳ, ἣν ᾕρηται
20διʼ αἰτήσεως εἰς ἣν γεωργεῖ
περὶ κώμην Ὦφιν ἐκ τοῦ
Ἀπολλωνίου Ἀλθαιέως
σὺν τῷ Πυρρίου καὶ Λυσιμάχο(υ)
κληρων(*) (ἄρουραν) α δ´ πυροῦ
25καθαροῦ ἀδόλου ἀβώλου ἀκρί-
θου κεκοσκινευμένου μέ-
τρῳ δημοσίῳ μετρήσει τῇ
κελευσθείσῃ ἀρτάβην
μίαν τέταρτον, (γίνεται) (πυροῦ) (ἀρτάβη) α δ´,
30μηδενὸς ὑπολογουμένου
εἰς ὀφειλὴν ἢ ἕτερόν τι
ἁπλῶς, ἣν καταθήσεται
εἰς τὴν γῆν ὑγιῶς ἐπακο-
λουθούντων τῶν εἰωθό-
35των, καὶ ἐκ νέων ἀποδώσει
τὰς ἴσας ἅμα τοῖς γῆς
δημοσίοις· παρʼ οὗ καὶ λήμψῃ
τὴν καθήκουσαν ἀποχὴν
δισσήν, ὧν τὴν ἑτέραν ἐμοὶ
40ἀναδώσεις. (ἔτους) ιδ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ Ἁθὺρ ιζ.
——
(hand 2) Ἱέραξ βασιλ(ικὸς) γραμ(ματεὺς) ⟦ ̣ ̣⟧ διαδεχόμενο(ς)
καὶ τὰ κατὰ τὴν στρ[ατ]ηγίαν, με-
45τρήσατε τὴν τοῦ πυ[ρο]ῦ ἀρτάβην
μίαν τέτ[α]ρτον, [(γίνεται(?))] (πυροῦ) α δ´, ὡς πρόκ(ειται).