Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Freib. II 8 TM Nr. 20007

Synchoresis über Kauf von Rechtsanteilen an Erbschaftssklaven

Ort unbekannt nach 144, 20. Febr.
Andere Publikationen SB III 6291
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
XII, S. 73 BL online
Inhalt Übereinkunft, Erbschaft, Sklaven, Kauf
Erwähnte Daten
  • Z. 25-26: 26. Apr. - 25. Mai 140
  • Z. 11: 27. Dez. 141 - 25. Jan. 142
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(hand 1) ἀντίγραφο̣ν.
(hand 2) Εὐδαίμονι τῶν κεκοσμητη̣κότων ἱερεῖ ἀρχιδικαστῇ καὶ π̣ρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν κ̣αὶ̣ τ̣ῶν ἄλλων κριτηρίων
παρὰ Ἰουλίας Δημαρίου μετ[ὰ] κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμα̣ίων ἔθη Λουκίου Ἀρουντίου Λόγγου, καὶ παρὰ τῶν ταύ-
της ἀδελφῶν, Μάρκου Ἰουλίου Οὐαλεριανοῦ καὶ Ἰ[ου]λ̣ί̣ας̣ Ἀφροδοῦτος, μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ κατὰ τὰ Ῥωμαίων
5ἔθη τοῦ υἱοῦ Μάρκου Σεντίου Ἀκύλα· συνχωροῦμεν πρὸς ἀλλήλους ἐπὶ τοῖσδε ὥστε ἐπεὶ · ὅ τε Μᾶρκος Ἰούλιος Οὐαλερι-
ανὸς καὶ ἡ Ἰουλία Ἀφροδοῦς, εὐπειθεῖς γεγονότες ὑπὸ τῆς Ἰουλίας Δημαρίου καὶ ἀπεσχηκότες παρʼ αὐτῆς διά τε χειρὸς
ἐξ οἴκου καὶ κατὰ διαγραφὴν διὰ τῆς Μάρκου Κλαυδίου Σαβείνου τραπέζης τὸ ἑσταμένον τῆς τιμῆς κεφάλαιον ἀργυρίου
Σεβαστοῦ νομίσματος δραχμὰς χιλίας πεντακοσίας καὶ κατὰ πᾶν συνπεπεισμένοι αὐτόθεν, πεπρακέναι τῇ Ἰουλίᾳ
Δημαρίῳ τῶν κατηντηκότων εἴς τε αὐτοὺς Ἰούλιον Οὐαλεριανὸν καὶ Ἰουλίαν Ἀφροδοῦν καὶ αὐτὴν Ἰουλίαν Δημάριον
10ἀπὸ κληρονομίας τοῦ με̣τηλλαχότος αὐτῶν ἑτέρου ἀδελφοῦ Μάρκου Ἰουλίου Γεμέλλου οὐετρανοῦ, ἀκολούθ̣ως̣ ᾗ πε-
π[οίην]τ̣αι̣ τῶν του(*) ἀφʼ ἧς ἔθετο Ῥωμαικῆς διαθήκης ἀπογραφῇ παρὰ τοῖς ἐπισκόποις τῷ πέμπτῳ ἔτει Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου, Δύστρῳ, δούλων σωμάτων Ἀσκληποῦτος καὶ Οὐνιῶνος ἐνγενῶν Ἀλεξανδρείας, ἁπλῷ χρήματι καὶ ὄντω(ν)
ἐκτὸς ἱ̣ερᾶς νόσου καὶ ἐπαφῆς, κοινῶν πρὸς αὐτὴν Ἰουλίαν Δημάριον τὸ ἐπιβάλλον αὐτοῖς, Μάρκῳ Ἰουλίῳ Οὐαλεριανῷ καὶ
Ἰουλίᾳ Ἀφροδοῦτι μέρος δ[ί]μοιρον, καὶ ἀπὸ τοῦ νῦν τὴν Ἰουλίαν Δημάριον, παρειληφυῖαν τὰ δοῦλα σώματα Ἀσκληπο̣ῦ̣ν̣
15καὶ Οὐνιῶνα καὶ τεταγμ̣ένην ὑπὲρ αὐτῶν τῇ τῶν ἀνδραπ̣ό̣δων ὠνῇ τὸ καθῆκον τέλος, κρατεῖν αὐτῶν καὶ {κυ}
κυριεύειν καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν ἢ καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ἃς ἐὰν(*) αἱρῆται οἰκονομίας
ἀνεμποδίστως, αὐτοῖς δὲ Μάρκῳ Ἰουλίῳ Οὐαλεριανῷ καὶ Ἰουλίᾳ Ἀφροδοῦτι μηδʼ ἄλλου(*) ὑπὲρ αὐτῶν μηδενὶ καταλεί-
πεσθαι ἔφοδον ἐπὶ τὰ δοῦλα σώματα Ἀσκληποῦν καὶ Οὐνιῶνα ἀπὸ μηδενὸς ἁπλῶς δικαίου κατὰ μηδένα τρόπον,
βεβαιοῦν τε αὐτόν τε Μᾶρκον Ἰούλιον Οὐαλεριανὸν καὶ Ἰουλίαν Ἀφροδοῦν καὶ ἑκάτερον αὐτῶν Δημα̣ρ̣ίῳ, καὶ πάν̣τα
20τὸ̣ν ἐπελευσόμενον ἢ ἐνποιησόμενον τῶν δούλων Ἀσκληποῦτος καὶ Οὐνιῶνος ἢ̣ μέρους αὐτῶν αὐτο̣ύς, Ἰούλιον Οὐαλερι-
ανὸν καὶ τὴν Ἰουλίαν Ἀφροδοῦν, κατὰ τὸ δίμοι[ρ]ον μέρος ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν ἤ, χωρὶς τοῦ κύρια
μένειν τὰ συνκεχωρημένα, ἔτι καὶ ἐκτείνειν(*) αὐτοὺς ἐξ ἀλληλενγύης τὸ τῆς τιμῆς κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ
βλάβη καὶ δαπανήματα καὶ τὸ ὡρισμένον πρόστειμον(*) καθάπερ ἐγ(*) δίκης. ἔστιν δὲ τὰ δοῦλα σώματα, ἡ μὲν Ἀσκλη-
ποῦς ὡς ἐτῶν δεκαπέντε , οὐλ(ὴ) γαστροκνημίᾳ δεξιᾷ, ὁ δὲ Οὐνιῶν ὡς ἐτῶν ὀκτώ , ἄσημος, καθὼς καὶ ἀνείληφεν Ἰουλία Δημά-
25ριον τὰ(*) μὲν τῆς Ἀσκληποῦτος τὴν εἰς τὸν Ἰούλιον Γέμελλον περὶ καταγραφῆς συνχώρησιν οὖσαν ἐπὶ τοῦ τρίτου
ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, μηνὸς Γερμανικείου, διʼ ἧς ἐδηλώθη ἡ δούλη Ἀσκληπ\ιὰς/, κατὰ δὲ τοῦ Οὐνιῶνος
τὴν εἰς τὸν Ἰούλιον Γέμελλον περὶ καταγραφῆς αὐτοῦ τοῦ δούλου Οὐνιῶνος καὶ ἑτέρας δούλης πράσεως συγχω-
ρήσεως οὔσης ἐπὶ τοῦ αὐτοῦ τρίτου ἔτους, μηνὸς Γερμανικείου, ἀντίγραφον καὶ τὰς τῶν δούλων προκτητικὰς ἀσφα-
λ̣ε[ί]ας, μένοντος τοῦ λόγου τῇ ἠ[γορακ]υίῃ πρὸς τοὺς πεπρακότες(*) καὶ τοῖ[ς] πεπρακόσι πρὸς αὐτὴν περὶ ὧν ἐὰν ἔχωσι
30π̣ρὸς ἀλλήλους, μὴ ἐλαττουμέν[ης τ]ῆς Ἰουλίας Δημαρίου ὑπὲρ βεβα[ι]ώσεως οὗ κατε̣γράφη παρʼ αὐτῶν καὶ οὗ ἐὰν συν-
χω̣ρ̣[ήσωσι]ν τῇ ἐνεστώσῃ ἡμέρᾳ ἄλ[λ]ων δούλ̣ων Εὐφρ̣άτου καὶ Ἡρακλείας μέρ[ο]υς διμοίρου̣. ἀξιο(ῦμεν). ἔτους ἑβδόμου Αὐτοκράτορο̣ς
Κ̣α̣ί̣[σαρος] Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνο[υ Σ]εβ̣αστοῦ Εὐσεβοῦς, Μεχεὶρ κ̣ϛ̣ — (hand 3) Ἀπολλώνιο(ς) κατακεχώρι(κα).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar