Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Lond. II 483 (S. 323) TM Nr. 19997 (HGV Nr. 19997 X)

Titel: keiner

Apollonopolites Heptakomias 616, 5. Aug. (Jahr unsicher)
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 179
Bemerkungen Zum Ort und zur Datierung vgl. BL VIII, S. 179 und CSBE, S. 88, Anm. 1 (entspricht dem Komm. zu Z. 3). Zur Datierung vgl. JJP 25, 1995, S. 195-210. Alternativdatierung: 5. Aug. 615. Zu Z. 91 vgl. P.Worp 37,22 Anm. (S. 277).
Inhalt Vertrag, Pacht, Land, Emphyteusis, Kloster, Unterschrift (Notar), Eid
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
χμγ (ἀμήν)
† ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιο(ῦ) Τριάδος Πατρὸς καὶ Υἱο(ῦ) καὶ Ἁγίο(υ) Πνεύματος βασιλείας
τοῦ γαληνοτάτου καὶ θεοστεφοῦς ἡμῶν δεσπότου Φλαυίο(υ) Ἡρ[α]κλείο(υ) τοῦ αἰωνίο(υ) Αὐγούστο(υ) Αὐτοκράτορος
ἔτους ἕκτου καὶ ὑπατείας το(ῦ) αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους πέμπτο(υ) Μεσορὴ ιβ
τῆς πέμπτης ἰνδικτίονος. vac. ? ταύτην τίθενται καὶ ποιοῦνται πρὸς ἑαυτοὺς τὴν
5ἔγγραφον καὶ ἀπαράβατον ὁμολογίαν τῆς ἐμφυτεύσεως ἑκόντες καὶ πεπεισμένοι ἐκ μὲν
τοῦ ἑνὸς μέρους τὸ δίκαιον τοῦ εὐ̣αγοῦς̣ μοναστηρίο\υ/ τοῦ τῆς θεοφιλοῦς μνήμης ἀββᾶ Πατόϊτος
ὄρους κώμης Τανυαίθεως το\ῦ/ Ἀπολλωνοπολίτο\υ/ νομοῦ διʼ ἐμοῦ Μηνᾶ υἱο\ῦ/ Πανήυτος το\ῦ/
εὐλαβ(εστάτου) προεστῶτος καὶ μονάζ(οντος) το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο(υ) καὶ διʼ ἑτέρων κατὰ καιρὸν παραλημψομένων
παρʼ αὐτο\ῦ/ τὴν ἡγεμονίαν το\ῦ/ αὐτο\ῦ/ μοναστηρίου ἐκ δὲ τοῦ ἑτέρου μέρους Αὐρήλιος Ἰωάννης ἐκ πατρὸς
10Φοιβάμμωνος ἐκ μητρὸς Ὑπατείας ὁρμώμενος ἀπὸ ἐποικείο\υ/(*) καλουμένου Βησπαϊομ ὄρους τῆς
αὐτῆς κώμης Τανυαίθεως το\ῦ/ αὐτ[ο]\ῦ/ Ἀπολλωνοπολίτο\υ/ νομο\ῦ/ καὶ ὁμολογοῦσιν ἀλλήλοις τὰ ἑξῆς
ὑποτεταγμένα χ̣αίρειν· ὁ προλεχθεὶς Ἰωάννης Φοιβάμμωνος λόγους κεκίνηκεν τῷ αὐτῷ μοναστηρίῳ
διὰ το\ῦ/ προγεγρ(αμμένου) Μηνᾶ προεστῶτος κατʼ αἴτησιν αὐτο\ῦ/ καὶ παράκλησιν βουλόμενος ἐμφυτεύσασθαι
ἀρούρας δώδεκα ἥμισυ σπόριμη(*) γῄδια ἔτι δὲ καὶ ἀρούρας πέντε χέρσου γῆς ἐκ τῶν ὑπαρχόντων
15αὐτῷ σπορίμων γῃδίων καὶ χέρσων γῃδίων ἀτελοῦς γῆς καὶ ἀνύδρων κατὰ τὸν διηγορευμένον
τοῖς νόμοις περὶ ἐμφυτεύσεως τύπον καὶ τῶν καὶ διακειμένων ἐν τῷ αὐτῷ ὄρει τῆς αὐτῆς κώμης
περικύκλωθεν το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/ καὶ περιελθουσῶ̣ν εἰς τὸ αὐτὸ μοναστήριον ἀπὸ δικαίων
αὐτο\ῦ/ καὶ τῶν περὶ το\ύ/των λόγων ἑκατέρῳ μέρει συναρεσάντων ἑκόντες καὶ πεπεισμένοι
δίχα παντὸς δόλο\υ/ καὶ βίας καὶ φόβου καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πλάνης καὶ οἱασδήποτε νομίμο\υ/
20παραγραφῆς ἢ περιγραφῆς εἰς ταύτην ελυλυθασιν(*) τὴν ἔγγραφον καὶ ἀπαράβατον ἐμφυτευτικὴν
ὁμολογίαν διʼ ἧς ὁμολογοῦσιν τὸ μὲν προλεχθὲν δίκαιον το\ῦ/ αὐτο\ῦ/ εὐαγοῦς μοναστηρίο\υ/ ἀββᾶ Πατόιτος
διʼ ἐμο\ῦ/ το\ῦ/ προγεγρ(αμμένου) Μηνᾶ προεστῶτος ἐντεῦθεν ἤδη ἐκδεδωκέναι καὶ παρακεχωρηκέναι τῷ
προλεχθέντι Ἰωάννῃ Φοιβάμμωνος καὶ καταγεγραφέναι ἀπὸ το\ῦ/ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα
χρόνον εἰς τὸ διηνεκὲς κατὰ τὸ τῆς ἐμφυτεύσεως δίκαιον ἐπὶ τὸν τῆς αὐτο\ῦ/ ζωῆς χρόνον καὶ τῶν αὐτο\ῦ/
25κληρονόμων καὶ διαδόχων καὶ διακατόχων τὰς προλεχθείσας σποριμη(*) ἀρούρας δώδεκα ἥμισυ
καὶ χέρσο\υ/ γῆς ἀρούρας πέντε τῷ δικαίῳ σχοινίῳ ἐκ τῶν ὑπαρχόντων αὐτῷ σπορίμων γῃδίων
καὶ χέρσων γῃδίων ἀτελοῦς γῆς καὶ ἀνύδρων· γείτονές εἰσιν τῶν αὐτῶν σπορίμων γῃδίων
ἀρουρῶν δώδεκα ἡμίσεως οὕτως· νότο\υ/ ἄρουραι το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/, βορρᾶ ἄρουραι Παύλο(υ) υἱο(ῦ)
Σενούθου καὶ τῶν τέκνων Ἰωάννο(υ) Παλῶτος ἐλθοῦσαι εἰς αὐτοὺς ἀπὸ δικαίας ἐμφυτεύσεως παρὰ
30το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/, ἀπηλιώτο\υ/ τὸ κλῆρον ἤτοι ἄρουραι το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/ πρότερον ὑπὸ
Π̣α̣ν̣τακ γεωργὸν, λιβὸς ὄρος τῆς αὐτῆς κώμης καὶ εἰ δὲ μὴ εὑρηθείη πληρῶσαι τὰς αὐτὰς
σπορίμας̣ γῄδιας ἀρούρας δώδεκα ἥμισ\υ/ ἐπὶ τῷ πληρῶσαι τὴν λοιπάδα ἤτοι τὴν συμπλήρωσιν
αὐτῶ̣ν ἐκ νότο\υ/ τῶν προλεχθεισῶν χέρσων γῃδίων ἀρουρῶν πέντε καὶ ἀπὸ το\ῦ/ ὁρίο\υ/ το\ῦ/ κοινο\ῦ/
ἤτοι Ψαι ἐπὶ ἀπηλιώτην ἄχρι πληρῶσαι τὴν συμπλήρωσιν τῶν αὐτῶν σπορίμων γῃδίων
35ἀρουρῶν δώδεκα ἡμίσεως γείτονές εἰσιν τῶν αὐτῶν χέρσων γῃδίων ἀρουρῶν πέντε οὕτως
νότο\υ/ ἄρουραι το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/ λεγόμεναι Θη, βορρᾶ γῄδια το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/, ἀπηλιώτο\υ/
τας(*) προκειμενας(*) ἀρουρας(*) δώδεκα ἥμισυ σπόριμα γῄδια, λιβὸς ὄρος τῆς αὐτῆς κώμης
Τανυαίθεως ἢ οἷοί εἰσιν νυνὶ γείτονες καὶ ἂν ὦσει(*) πάντῃ πάντοθεν ὥστε σὺν θεῷ τὸν προγεγρ(αμμένον)
Ἰωάννην Φοιβάμμωνος νεμόμενον καὶ καρπούμενον τὰς προλεχθείσας σπόριμα γῄδια
40ἀρούρας δώδεκα ἥμισυ καὶ χέρσου γῆς ἀρούρας πέντε ἀτελοῦς γῆς καὶ ἀνύδρων καθὼς ἀνωτέρω
γέγραπται καὶ οἰκεῖν καὶ διοικεῖν καὶ ἐκποιεῖν καὶ μεταποιεῖν καὶ φιλοκαλέσαι καθʼ ὃν ἂν βουληθείη
τρόπον καὶ πᾶσαν φιλοκαλείαν(*) ἐν αὐταῖς ποιήσασθαι τὴν αὐτῷ δοκοῦσαν καὶ ἄμπελον ἐν αὐταῖς
ἀνάξαι καὶ λάκκους ἐνωρύξαι(*) εἰ βουληθείη καὶ πάντα ἐν αὐταῖς πράττειν ὅσα οἱ νόμοι ἐπιτρέπουσιν
ποιεῖν τῆς ἐμφυτεύσεως ἔχουσιν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους διαδόχους καὶ
45διακατόχους καὶ χρῆσθαι ᾧ τρόπῳ βουληθείη ἀκωλύτως καὶ ἀνεμποδίστως διαπαντὸς
ἐπάναγκες ἀπὸ καρπῶν τῆς σὺν θεῷ εὐτυχῶς ἐσομένης ἕκτης ἰνδικτίονος καὶ αὐτῆς
ἐπὶ τὸ διηνεκὲς καὶ διδόναι τῷ αὐτῷ εὐαγεῖ μοναστηρίῳ διὰ το\ῦ/ προγεγρ(αμμένου) ἀββᾶ Μηνᾶ προεστῶτος
καὶ διʼ ἑτέρων κατὰ καιρὸν προεστώτων λόγῳ ἐνιαυσιαίο(υ) καὶ αἰωνίο(υ) πάκτο\υ/ χρυσο\ῦ/ νομισμάτιον
ἕν δίμοιρον τῇ συναλλαγῇ τὰ ποιοῦντα κεράτια τριάκοντα ἓξ ἥμισ\υ/ χρυσοχοϊκῷ σταθμῷ
50οὕτως ὑπὲρ τῶν προλεχθεισῶν σπορίμων γῃδίων ἀρουρῶν δώδεκα ἡμίσεως κεράτια δεκα-
οκτὼ τέταρτον , ὑπὲρ δὲ τῶν χέρσου γῆς ἀρουρῶν πέντε τὰ ἄλλα κεράτια δεκαοκτὼ τέταρτον
χρυσοχοϊκῷ σταθμῷ ὅπερ τὸ προειρημ(ένον) πάκτον τῶν κερατίων δεκαοκτὼ τετάρτου χρυσοχοικῷ
ὑπὲρ τῶν σπορίμων γῃδίων ἀρουρῶν δώδεκα ἡμίσεως παρασχεῖν ὁ προγεγρ(αμμένος) Ἰωάννης Φοιβάμμωνος
καὶ κληρονόμοι αὐτοῦ καὶ διάδοχοι καὶ διακάτοχοι τῷ αὐτῷ μοναστηρίῳ ἐν τῷ Τῦβι μηνὶ τῆς παρούσης
55πέμπτης ἰνδ(ικτίονος) καὶ αὐτῆς καὶ οὕτως ἐφεξῆς καθʼ ἔτος ἐπὶ τὸ διηνεκὲς ἀμειώτως τὰ δὲ ἄλλα κεράτια
δεκαοκτὼ τέταρτον ὑπὲρ τῶν προλεχθεισῶν χέρσου γῆς ἀρουρῶν πέντε εἴσω τεσσάρων ἐτῶν
ἀριθμουμένων ἀπὸ το\ῦ/ μηνὸς Φαρμοῦθι τῆς παρούσης πέμπτης ἰνδικτίονος μέχρι τοῦ Φαρμοῦθι
μηνὸς τῆς σὺν θεῷ ἐννάτης(*) ἰνδικτίονος ἐφεξῆς καθʼ(*) ἔτος ἐπὶ τὸ διηνεκὲς ἀμειώτως καὶ ἀνελλειπῶς
καὶ μηδὲν ἕτερον ἐπιζητεῖν πρὸς τὸν αὐτὸν Ἰωάννην Φοιβάμμωνος μήτε πρὸς τοὺς αὐτο\ῦ/
60κληρονόμους καὶ διαδόχους καὶ διακατόχους παρὰ το\ῦ/ αὐτο\ῦ/ εὐαγοῦς μοναστηρίο(υ) ἀββᾶ Πατόϊτος διὰ μὲν
το\ῦ/ προγεγρ(αμμένου) Μηνᾶ το\ῦ/ εὐλαβεστάτο\υ/ προεστῶτος καὶ διὰ ἄλλων προεστώτων κατὰ καιρὸν
το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/
μήτε περὶ πάκτου μήτε περὶ συντελείας μήτε περὶ ἄλλου οἱουδήποτε πράγματος περαιτέρω
το\ῦ/ προγεγρ(αμμένου) πάκτο\υ/ τῶν αὐτῶν κερατίων τριάκοντα ἓξ ἥμισυ̣ χρυσοχ(οικῷ) σταθμῷ μήτε μὴν δύνασθαι
65τὸν αὐτὸν ἅγιον μοναστήριον διὰ το\ῦ/ προγεγρ(αμμένου) προεστῶτος Μηνᾶ τοῦ εὐλαβ(εστάτου) καὶ διʼ ἑτέρων κατὰ καιρὸν
προεστώτων ἀφελεῖν μήτε ἀποσπάσαι ἀπὸ το\ῦ/ προγεγρ(αμμένου) Ἰωάννο(υ) μήτε ἀπὸ τῶν αὐτο\ῦ/ κληρονόμων
καὶ διαδόχων καὶ διακατόχων τῆς νομῆς καὶ τῆς δεσποτείας τῶν προλεχθεισῶν σπορίμων γῃδίων
ἀρουρῶν καὶ τῶν προλεχθεισῶν χέρσων γῃδίων ἀρουρῶν πέντε ἢ μέρους αὐτῶν καθʼ οἱονδήποτε
τρόπον ἢ νομην(*) ἢ δίκαιον ἀποσπάσαι ἀ̣πʼ αὐτο\ῦ/ καθὼς ἀνωτέρω γέγραπται αὐτο\ῦ/ μέντοι γε το\ῦ/ προγεγρ(αμμένου)
70Ἰωάννο(υ) καὶ κληρονόμων αὐτοῦ καὶ διαδόχων καὶ διακατόχων εὐγνωμονούντων εἰς τὴν ἀπόδοσιν
τοῦ εἰρημένου πάκτου καθʼ(*) ἔτος ἀλλʼ ε̣ἰ δὲ συμβῇ τὸν αὐτὸν Ἰωάννην ἢ τοὺς αὐτοῦ κληρονόμους καὶ
διαδόχους καὶ διακατόχους ἐλθεῖν εἰς ἀγνωμοσύνην περὶ τῆς ἀποδόσεως το\ῦ/ αὐτο\ῦ/ πάκτο\υ/ ἢ μέρους
αὐτο\ῦ/ ἐπὶ δύο ἢ τριῶν ἐτῶν ἐφεξῆς διαμαρτυρίας χάριν̣ τι̣ν̣ῶν ἀ̣ξιωφανῶν(*) ἀνδρῶν μαρτυρούντων
τῇ τοιαύτῃ ἀγνωμοσύνῃ ἐ̣πὶ τῷ τὸ αὐτὸ μοναστήριον ἄδειαν καὶ ἐξουσίαν ἔχειν ἀφελεῖν καὶ
75ἀποσπάσαι ἀπὸ το\ῦ/ προγεγρ(αμμένου) Ἰωάννο(υ) τὰς αὐτὰς σπόριμας γηδιας(*) καὶ τὰς αὐτὰς χέρσου γηδιας(*)
ὅσας εἰσὶν πεφιλοκαλημένας μετὰ καὶ τῆς πάσης αὐτῶν φιλοκαλείας(*) καὶ διοικεῖν αὐτὰς
οἵῳ τρόπῳ βουληθείη καὶ μὴ δόξῃ τῷ προγεγρ(αμμένῳ) Ἰωάννῃ μήτε τοῖς αὐτοῦ κληρονόμοις πιάσαι
ὀψάρια ἐκ τῶν παντοίων ὑδάτων τῶν περικύκλωθεν το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/ μήτε μὴν
δύνασθαι τὸν αὐτὸν Ἰωάννην φα̣γ̣εῖν ἐκ τῆς βοσκῆς τῶν αὐτῶν ἀρουρῶν σπορίμων γῃδίων
80ἀλλʼ ἐπὶ τῷ τὰ κτήνη το\ῦ/ αὐτο\ῦ/ μοναστηρίο\υ/ φαγεῖν τὴν αὐτὴν βοσκὴν διὰ τὸ οὕτω ὀρθῶς καὶ
δικαίως δεδόχθαι καὶ πεπεῖσθαι καὶ συνῃρῆσθαι ἡμῖν ἀμφοτέροις τοῖς μέρεσι καὶ ὅτι τὰ προγεγρ(αμμένα) καὶ
διωμολογημένα κεφάλαια παρʼ ἡμῶν τῶν ἀφʼ ἑκατέρου μέρους φυλάξομεν ἄτρωτα καὶ ἀσάλευτα καὶ
ἀπαράβατα ἐπωμοσάμεθα τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐρανίαν τύχην τοῦ
τὰ π̣ά̣ντα νικῶντος δεσπότου ἡμῶν Φλ(αυίου) Ἡρακλείο(υ) τοῦ αἰωνίο(υ) Αὐγούστο\υ/ Αὐτοκράτορος ἐμμένειν διαπαντὸς
85ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν καὶ κατὰ μηδένα τρόπον παρασαλεύειν αὐτὴν ἢ μέρους(*) αὐτῆς
κατά τινα τρόπον καὶ εἰ δέ τις ἐξ ἡμῶν παραβαίη ταύτην τὴν ἐμφυτευτικὴν ὁμολογίαν παρέξει
τὸ παραβαῖνον μέρος τῷ ἐμμένοντι μέρει λόγῳ προστίμο\υ/ καὶ παραβάσεως χρυσο\ῦ/ οὐγκίας ἓξ γί(νονται) χρ(υσοῦ) ο̣(ὐγκίαι) ϛ
ἔργῳ καὶ δυνάμει ἀπαιτουμ(ένῃ) κινδύνῳ αὐτοῦ καὶ πόρῳ τῆς ἰδίας αὐτο\ῦ/ ὑποστάσεως μετὰ καὶ ταύτην
τὴν ἐμφυτευτικὴν ὁμολογίαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομ(ένην) καὶ ἐφʼ ἅπασι τοῖς
90ἐγγεγρ(αμμένοις) ἐπερ(ωτηθέντες) ὡμολ(ογήσαμεν) δηλονότι ὡς ἀνωτέρω εἴρηται ἐπὶ τῷ τὸν αὐτὸν Ἰωάννην φαγ̣εῖν τὰ κτήνη αὐτο\ῦ/
τὴν βοσκὴν τῶν αὐτῶν σπορίμων γῃδίων καθʼ(*) ἔτος καὶ διδόναι ὑπὲρ τῆς το\ύ/το\υ/ τιμῆς καθʼ(*) ἔτος
οἴνο(υ) μούσθο\υ/(*) ἀγγῖα(*) δύο τῷ πεντεξέστῳ μέτρῳ ἀπὸ καρπῶν τῆς σὺν θ(εῷ) ἕκτης
ἰνδ(ικτίονος) καὶ αὐτῆς καὶ ἐφεξῆς καθʼ(*) ἔτος
ἐπὶ τὸ διηνεκὲς καὶ εἰς το\ῦ/το καὶ εἰς τὰ προγεγρ(αμμένα) ἐπερ(ωτηθέντες) ὡμολ(ογήσαμεν). (hand 2) ☧ Ἰωάννης Φοιβάμμω-
95νος ὁ προκ(είμενος) στοιχεῖ μοι τὸ παρὸν ἐμφύτευμα τοῦ ἐτησίου
πάκτου τῶν κερατίων τριάκοντα ἓξ ἡμίσεως ὡς πρ(όκειται).
(hand 3) ☧ Μηνᾶς σὺν θεῷ προεστὼς ἔχω παρʼ ἐμαυτὸν τὸ παρὸν ἐμφύτευμα ὡς πρόκ(ειται)
Μουσαίως Θεοδοσίου πρεσβ(ύτερος) ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ☧
(hand 4) Λέων Παχυμίοη μονάζ(ων) καὶ διάκ(ονος) τοῦ αὐτοῦ μοναστηρίου μαρτυρῶ ὡς πρόκ(ειται) †
100(hand 5) Λέων Σαμουηλίου διάκ(ονος) καὶ μονάζ(ων) τοῦ αὐτοῦ μοναστηρίου μαρτηρῶ(*)
ὡς πρόκ(ειται) ☧ (hand 6) Καλίμχος Ψὸν διάκ(ονος) μαρτυρῶ τῷ ἐμφυτεύματι ἀκούσας
παρὰ τῶν θεμένων ☧ (hand 7) Μηνᾶς Πινουττίωνος πρεσβ(ύτερος) μαρτηρῶ(*) τῷ ἐμφυτεύνατι(*)
ἀκούσας παρὰ τῶν θεμένων ☧
(hand 1) † ἐγρ(άφη) διʼ ἐμοῦ Φοιβάμμωνος
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar

P.Lond. II 483 (S. 323) TM Nr. 19997 (HGV Nr. 19997 Y)

Titel: keiner

Apollonopolites Heptakomias 615, 5. Aug. (Jahr unsicher)
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 179
Bemerkungen Zum Ort und zur Datierung vgl. BL VIII, S. 179 und CSBE, S. 88, Anm. 1 (entspricht Komm. zu Z. 3). Zur Datierung vgl. JJP 25, 1995, S. 195-210. Alternativdatierung: 5. Aug. 616. Zu Z. 91 vgl. P.Worp 37,22 Anm. (S. 277).