Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
-- -- -- -- -- -- -- -- -- --
1[ -ca.?- δεχόμενος οὖν]
τὰ παρόντα γράμματα θέλησον μετὰ πάσης συντομίας καταλαβεῖν
τὰ πρὸς ἡμᾶς — ἐνεγκὼν μετὰ σεαυτο\ῦ/ οὕσπερ ὀνοματίσαμέν(*) σοι
ἄνδρας τῆς διοικήσεώς σο\υ/ ἐν τοῖς πρωτέροις(*) ἡμῶν
5γράμμασιν — οὐ μὴν ἀλλʼ καὶ κατάγραφον κατὰ χωρίον το\ῦ/ ὄντος ἀνδρισμοῦ
ἐν αὐτῷ καὶ εἴ τί ἐστι διʼ αὐτῶν διάγραφον — καὶ εἴ τι ὑπάρχει
ἑκάστῳ ἐν γῃδίοις ἀπό τε ἐν ἀμπέλῳ καὶ ἐν σπορίμῳ γῆς — καὶ
εἴ τι ἐχορήγησεν διʼ ἐνταγίων καὶ ἄνευ ἐνταγίων καὶ κατάγραφον
τῆς ὀνομασίας καὶ πατρονυμίας(*) τῶν ὄντων φυγάδων ἐν αὐτῷ
10ἁπλῶς εἰπεῖν φανεροποιῶν ἡμῖν ἐν τῷ καταγράφῳ σο\υ/ πᾶσαν εἴδησιν
μὴ διδων(*) κατὰ σεαυτο\ῦ/ παντοῖον σκάνδαλον περὶ τούτου. — ἐπετρέψαμεν δὲ
τῷ παρόντι ἀποστόλῳ μὴ ἀναμεῖναι πρὸς σὲ εἰ μὴ δύο τρεῖς ἡμέρας
ἄχρις ο\ὗ/ καταλάβῃς τὰ πρὸς ἡμᾶς παραγγέλλων τοῖς κατερχομένοις
σὺν σοὶ ἀπʼ(*) ἑκάστου χωρίο\υ/ τῆς διοικήσεώς σο\υ/ ἐνέγκαι μεθʼ ἑαυτῶν
15τὴν λογοποιείαν(*) τοῦ χωρίο\υ/ αὐτῶν — ὅπως ἡμῶν ζητούντων
παρʼ αὐτῶν περὶ κεφαλαίο\υ/ τινὸς εὑρεθῶσιν ἐν ἑτοίμῳ ἔχοντες
πᾶσαν εἴδησιν καὶ φανέρωσιν. — ἔσῃ οὖν ἐπιστάμενος ὡς οὐ μὴ
δεξόμεθα ἐκ σο\ῦ/ παντοῖον λόγον εἰς ἀφορμήν. — λοιπὸν μὴ δεηθῇ(ς)
ἑτέρων γραμμάτων ἡμῶν περὶ τούτο\υ/ μετὰ τὰ παρόντα γράμματα
20καὶ καταλάβῃ σε ἀνταπόδοσις ἀπολοῦσα τὴν ψυχὴν καὶ ὑπόστασίν σο(υ).
ἐγρ(άφη) μη(νὸς) Φαὼφ ιβ ἰνδ(ικτίονος) ὀγδόης / /