Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀντίγραφον ἐγκλήματος Σαπρίωνος.
Ἡρακλείδῃ στρατ(ηγῷ) Ἑρμοπ(ολίτου)
παρὰ Σαπρίωνος τοῦ καὶ Ἑρμαίου υἱοῦ Σαραπίω-
νος κοσμητ(εύσαντος) καὶ γυμνασιαρχήσαντος Ἑρμοῦ πό-
5λεως τῆς μεγάλης. κοινολογουμένου μου
τῇ μητρὶ Εὐδαιμονίδι Εὐδαίμονος πρεσβυτέ-
ρου Σωτᾶ περὶ τῶν καταλειφθέντων μοι ὑ-
πὸ τοῦ πατρός μου Σαραπίωνος ἀκολούθως
ᾗ ἔθετο διαθήκῃ, καὶ θλειβομένη(*) τῇ συνει-
10δήσει περὶ ὧν ἐνοσφίσατο ἔν τε ἐνδομε-
νείᾳ καὶ ἀποθέτοις (hand 2) καὶ ἄλλοις πλείστοις οὐκ ὀ-
λίγοις οὖσι ἐπῆλθέ μοι μετὰ Σερήνου τοῦ καὶ
Τιβερείνου γυμνασιαρχήσαντος ἀνδρὸς
τῆς ἀδελφῆς, καὶ οὐ μόνον ἐξύβρισαν ἀλ-
15λὰ καὶ τὴν ἐσθῆτά μου περιέσχισαν βου-
λόμενοι ἀποστερέσαι τῶν ἐμῶν. ὅθεν
ἐπιδίδωμι τόδε τὸ βιβλείδιον(*) ἀξιῶν εἶναι
ἐν καταχωρισμῷ πρὸς μαρτυρίαν ἄχρις
τῆς κατʼ αὐτῶν προελεύσεως(*), λόγου μοι
20φυλασσομένου περὶ ὧν ἔχω δικαίων
πάντων. (ἔτους) β Αὐτοκράτορος Καίσαρος
Λουκί[ο]υ Σεπτιμίου Σευήρου Περτίνακος
Σεβαστοῦ Παχὼν κ. Σαπρίων ὁ καὶ Ἑρ-
μαῖο[ς] ἐπιδέδωκα.