Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ -ca.?- ] ̣μ̣ου γενομ(ένου) σ̣τ̣ρ̣α̣(τηγοῦ) υ̣ἱοῦ Νεμ̣εσια-
[νοῦ -ca.?- Ἑρ]μ̣αίου τοῦ καὶ Διδύμου γενομ(ένου) κοσμητ(οῦ)
[τῆς λαμπρο]τάτης πόλ(εως) τῶ̣ν̣ Ἀ̣λεξανδ(ρέων) φανερὸν
5[ -ca.?- ] λ̣α̣[μ]β̣άνειν ἐ̣[π]ι̣[σ]τ̣ο̣λ̣ὴ τοῖς ἄρχουσι
[ -ca.?- τοῦ τῶ]ν ἀρχό̣ν̣τ̣ω̣ν λογιστηρίου
[ -ca.?- το]ῖς κ[ο]σμηταῖς μηδʼ ἐξ αὐτ̣ο̣ῦ
[ -ca.?- ] ̣ντο̣ ̣[ ̣] ̣ [ὑ]πηρετῶν τὸ ἕτε-
[ρον -ca.?- ]ετ ̣[ ̣] ̣ο̣υ̣ πραχθέντα καὶ
10 [ -ca.?- (ἔτους) ̣ Αὐρηλίου Κομμόδου Καί]σαρος [τ]οῦ κυρίου Ἁθὺρ δ
[ -ca.?- ]κ̣α̣λ̣η̣ς̣ προσαγαγόντες
[ -ca.?- ]ε̣ν̣α̣ ἐ̣π̣έ̣μψατε πρὸς ἡμᾶς
[ -ca.?- ]ῆ̣σα̣ι̣ π̣ε̣ρὶ τὴν Ἀρμενίαν
[ -ca.?- ]τ̣α̣ γράμματος προέγραψα
15[ -ca.?- ] ̣ε̣τ̣α̣ι̣ ̣ ̣ ̣ δ̣ι̣ὰ τοῦτο ἐν τῇ φυλα-
[κῇ -ca.?- ]η̣σ̣ω̣ ̣ ̣ ̣σ̣ι̣ καὶ ὀλ̣ί̣γου ἀπεκα̣ρ-
[ -ca.?- ]θ̣ῆ̣ναι τὴν λειτουργίαν διὰ τοῦτο
[ -ca.?- τ]ὴ̣ν̣ [ἀ]π̣α̣λ̣λ̣α̣γ̣ήν. Ἱέραξ ῥήτωρ εἶπ(εν)·
[ -ca.?- ] κ̣α̣ὶ̣ μηδὲ τ̣ρο̣φῶν μεταλαβεῖν
20[ -ca.?- ἀ]δ̣ι̣κοῦμεν εἰς τηλικαύτην ὕβριν
[ -ca.?- ] ἐ̣ν περιουσίᾳ ἱκανὴν ἐτύγχα-
[νεν -ca.?- ]τ̣ησεν τῷ ταμείῳ καὶ διὰ τοῦτο
[ -ca.?- ] ̣σ̣ε̣ι̣ν̣ οἷόν τʼ ἐστὶν τὸ παντε-
[λῶς -ca.?- ]ί̣ους α̣ὐ̣τ̣ῷ̣ ὑπάρξιν(*) εἰς τὴν
25[ -ca.?- ] ̣ς ὥσ̣τ̣ε̣ οὐκ οἷόν τʼ ἐστὶν
[ -ca.?- ] ̣ ̣ ̣ ̣υ̣τικὴν ὕβριν ἀξιοῖ
[ -ca.?- ] ̣ ̣ ̣ ̣ν̣ ἀρχῆς καὶ Αὐρήλιος
[ -ca.?- οἱ διέποντες τὴν τῶ]ν̣ σ̣τ̣[ε]μ̣μάτων διοίκησιν
[εἶπον· -ca.?- προσπεποί]ητ̣α̣ι̣ ἄπορος εἶναι, ὥστε
τίου ἀπ̣[ο]δ̣[ο]θ̣ῆναι. οἱ διέπον[τες τὴν τ]ῶν στεμμάτων [διοίκησι]ν εἶπον· καὶ τὸ ἱκα[νὸν ἀνεθ]ήσεται καὶ τὰς κ[λεῖδας ἀπ]ολήμψει. ἐξῆλ̣[θε ̣ ̣ ̣]ας ὑπηρέτης. [ἕω]ς τούτ̣ο̣[υ τὸ ἀ]ν̣τ̣ί̣γ̣ρ̣α̣(φον).
(ἔτους) λβ μ̣[η(νὸς) Ἐ]πεὶφ κθ. ἐρρῶσθ[αι ὑμ(ᾶς) εὔχ(ομαι), φ]ίλτατοι. καὶ ἀντίγ[ραφον ὑπο]μνήματος· με̣[ ̣ ̣ ̣ ̣ ̣ δη]μ̣ό̣σια πρὸς τῷ β̣[ήματι] παρόντων τῶ[ν ἐνάρ]χων Δίου γυμ[ν]ασιάρχου Διονυσίου
[το]ῦ καὶ [ ̣] ̣ν̣θε̣ου ἐξηγητοῦ, Ὀλυμ[πιο]δώρου προδίκου, Ἀπολ̣[λων]ί̣[ο]υ̣ Ἡρακλαπόλλων[ος γυ]μνασιαρχ(ήσαντος) καὶ Ἀχιλ[λέως] Κορνηλίου, τῶν π̣[αρ]εστώτων ἀπὸ τῆς πόλεως ἐπιφωνη-
[σ]ά̣ντων· στεφέσθω Ἀχιλλεὺς κοσμητείαν· μιμοῦ τὸν πα̣[τ]έ̣ρα τὸν φιλότιμον τὸν [γ]έρ̣ον̣τ̣α φῶτα, Ἀχιλλε[ὺ]ς εἶπεν· πειθόμενος τ̣ῇ̣ ἐμαυτοῦ πατρίδι ἐπιδέχομαι στεφα-
35[νη]φόρον ἐξηγητείαν ἐπὶ τῷ ἐτήσια εἰσφέρειν με τάλαντα δύο καὶ ἀπαλλαγῆναι ἐπιτηρήσεως διαμισθουμένης γῆς. Ὀλυμπιόδωρος εἶπ(εν)· ἡ τύχη τοῦ κυρίου ἡμῶν
Αὐ[το]κράτορος ἀφθόνως ἀρχὰ[ς] παρέχει καὶ τῆς πόλ(εως) αὐξάνε̣[ι] τὰ πράγματα, τί τʼ οὐκ ἤμελλεν ἐπὶ τῇ ἐπαφροδείτῳ(*) ἡγεμονίᾳ Λαρκίου Μέμορος; εἰ μὲν οὖν ὁ Ἀχιλλεὺς
βούλεται στεφανωθῆναι ἐξηγητείαν, εἰσενεγκάτω τὸ ἰσητήριον(*) ἐντεῦθεν, εἰ δὲ μή, <οὐχ> ἧττον ἑαυτὸν ἐχειροτόνησεν εἰς τὴν κατεπείγουσαν ἀρχὴν κοσμητεί-
αν. Ἀχιλλεὺς εἶπ(εν)· ἐγὼ ἀνεδεξάμην ἐξηγητείαν ἐπὶ τῷ κατʼ ἔτος δύο τάλαντα εἰσφέρειν, οὐ γὰρ δύναμαι κοσμητείαν. Ὀλυμπιόδωρος εἶπ(εν)· ἀναδεξάμενος
τὴν μείζονα ἀρχὴν οὐκ ὀφείλει τὴν ἐλάττονʼ ἀποφεύγειν. Ἀμμωνίων Διοσκόρου ὑποτυχὼν εἶπ(εν)· πάσης τῆς ἐν̣εστώσης ἔτυψέ με ὁ Ἀχιλλεὺς καὶ αὐτὰ ταῦτα
40ἀσφαλίσομαι διὰ τῶν σ̣ῶν ὑπομνημάτων ὅτι καὶ ἐντυγχάνω τῷ λαμπροτάτῳ ἡγεμόνι περὶ τῆς ὕβρεως. Ἀχιλλεὺς εἶπ(εν)· οὔτε ἔτυψα αὐτὸν οὔτε ὕβρισα.
Σαραπίων ὁ καὶ Ἀπολλώνιος στρα(τηγὸς) εἶπ(εν)· ἃ μὲν εἰρήκατε γέγραπται, μεταπεμφθήσονται δὲ καὶ οἱ κοσμηταὶ ἵνα ἐπὶ παροῦσι αὐτοῖς αὐτὰ ταῦτα εἴπητε. μετʼ ὀλίγον
πρὸς τῷ Κ̣α̣ι̣σ̣αρε̣ί̣ῳ Διογένης καὶ Διόσκορος καὶ <οἱ> σὺν αὐτοῖς κοσμηταὶ προελθόντες παρόντος τοῦ Ἀχιλλέως διὰ τοῦ ἑνὸς αὐτῶν, Διογένης εἶπ(εν)· ἐμάθομεν τὸν Ἀχιλ-
λέα προβαλόμενον ἑαυτὸν εἰς ἐξηγ(ητείαν) ἀπόντων ἡμῶν, τοῦτο δὲ οὐκ ἐξῆν, ὁ γὰρ θειότατος Ἀντωνῖνος διὰ τάγματος(*) ἐκέλευσεν μὴ συγχωρῖσθαι(*) ἄνευ τριῶν ἐπιλόγ-
χων εἰς ἐξηγ(ητείαν)· πολλῶν οὖν ἐπιλόγχων <ὄντων> ὀφείλει εἰς τὴν κατεπείγο[υσα]ν ἀρχὴν παραβαίνειν, ὡς ἀναγνώσομαί σοι τὸ διάταγμα. καὶ ἀναγνόντος ἀντίγρα(φον) διατάγματος
45Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ κοσμη̣τ[ε]ύ̣(σαντος) παρὼν εἶπ(εν)· ἰδίῳ κινδύνῳ στέφω τὸν Ἀχιλλέα τὴν κοσμητείαν. Ὀλυμπιόδωρος εἶπ(εν)·
ἔχομεν δὴ φωνὴν τοῦ Ἀσπιδᾶ ὅτι ἰδίῳ κινδύνῳ αὐτὸν στέφει. κα[ὶ] ὀφείλει στεφῆναι, ἤδη γὰρ ἡ ἀρχὴ ἀδιάπτωτός ἐστιν τῇ πόλ(ει). ὁ στρα(τηγὸς) εἶπ(εν) τὰ εἰρημένα ὑπομνηματισ̣θῆ-
ναι. ἀνέγνων. καὶ ἑτέρου ἐπιστάλματος τὸ ἀντίγρα(φον)· ἄρχον[τ]ες Ἑρμοῦ πόλ(εως) τῆς μεγάλ(ης) Σαραπίωνι τῷ καὶ Ἀπολλωνίῳ στρα(τηγῷ) Ἑρμοπολ(ίτου) τῷ φιλ(τάτῳ) χαίρειν.
Ἀχιλλεὺς Νεαρχίδου τοῦ καὶ Κορνηλίου ἀγορανομήσαντος ἀγόμενος [ε]ἰ̣ς̣ κοσμητείαν ὑπό τινων κοσμητῶν ὑπέσχετο ἐπὶ σοῦ ἐξηγ(ητεύσειν). ἡμῶν δὲ προτρεπομέ-
νων αὐτὸν ἀναδέξασθαι τὴν κοσμητείαν διὰ τὸ μὴ πολλοὺς ἔχειν τὴν πόλ(ιν) κοσμητὰς πλειόνων ὄντων ἐπιλόγχων ἐξηγητῶν Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ
50κοσμητ̣εύσαντος ἔστεψεν αὐτὸν ἰδίῳ κινδύνῳ τὴν κοσμητ(είαν), καθὰ διʼ ὑπομνημάτων σου ἀνείλημπται. τῆς οὖν ἀρχῆς τῇ πόλ(ει) ἀδιαπτώτου οὔσης ἐξ ὁποτέ-
ρου αὐτῶν ἐπιστέλλεταί σοι ὅπως ἀκόλουθα τοῖς ἐπὶ σοῦ γενομένοις προνοησαι(*) πρᾶξαι, εἰς τὸ τὴν πόλιν ἀπολαβεῖν τὴν ἀρχήν. (ἔτους) λβ Φαρμοῦθι ιγ. ὑπέγρα(ψαν)
ἐξηγητὴς καὶ γυμνασίαρχος.