Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀριστείδης Ζήνωνι χαίρειν. {καλῶς ἂν ἔχοι} εἰ ἔρρωσαι καὶ τὰ λ̣ο̣ι̣π̣ά σοί ἐστι π̣άντα
κατὰ
γνώμην, ἔχοιμι ἂν τοῖς θεοῖς πολλὴν χάριν· ἔρρωμ[αι] δὲ καὶ αὐτός. συ̣μ̣βέβηκέμ(*) μοι ὑπὸ τῶν πο-
λιτῶν προβεβλῆσθαί με σίτου ἐγδοχέα οὔπω ὄντι μοι τῶν ἐτῶν οὐδὲ γινομένης μοι τῆς λειτουρ-
γίας ταύτης, ἀλλὰ διὰ φθονερίαν τινές [με προέβαλλον]. ἀ̣πεστάλκαμεν οὖν ἐγώ τε καὶ ὁ ἀδελ-
5φὸς Θηρωνίδης Δρόμωνα ὅπως ταῦτα δηλώσηι Ἀπ[ολ]λωνίωι, ἵνα ἡμῖν βοηθήσηι καὶ̣ ἀπολύσηι με
τῆς ἐγδοχέας(*) ταύτης. χαρίζοιο ἂν οὖμ(*) τόν τε Δρόμωνα προσαγαγὼν ἐν τάχει Ἀπολλωνίωι
καὶ συνεπιλαβόμενος τοῦ ἐντυχεῖν αὐτὸν Ἀπολλωνίωι τὴν τα[χίσ]τ̣ην καὶ ἵνα ἀποστέληι(*) αὐ-
τὸν ἡμῖν ἐν τάχει πάντα οἰκονομησάμενος. γράφε δὲ καὶ σύ, ἐάν τινος χρείαν ἔχηις τῶν
παρʼ ἡμῶν, ἵνα σοι πάντα ποιῶμεν.
10ἔρρωσο.
vγνώμην, ἔχοιμι ἂν τοῖς θεοῖς πολλὴν χάριν· ἔρρωμ[αι] δὲ καὶ αὐτός. συ̣μ̣βέβηκέμ(*) μοι ὑπὸ τῶν πο-