Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Cair. Masp. I 67087 TM Nr. 19016

Déposition

Aphrodites Kome (Antaiopolites) 543, 28. Dez.
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 71
Bemerkungen Zur Datierung vgl. ZPE 26, 1977, S. 272. Gehört zum Dioskoros - Archiv.
Inhalt Zeugenaussage, Kolluthos (Boethos des defensor civitatis), Verwüstung, Felder, Saat
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[† ἐκσφρ]άγισμα ἐμο(ῦ) Κολλούθου βοηθοῦ τῆς ἐκδικίας τῆς Ἀνταιοπολίτων, Φλ(αυίῳ) Διοσκόρῳ Ἀπολλῶτος
[τῷ εὐδοκιμ]ωτάτῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομο(ῦ). κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν νεομηνία
[το(ῦ) παρόντος] μηνὸς Τῦβι τῆς ἐνεστώσ[ης ἑ]β̣δόμης ἰνδ(ικτίωνος), βασιλείας τοῦ θειωτάτο(υ) ἡμῶν δεσπότου Φλ(αυίου) Ἰουστινιανοῦ τοῦ
[αἰωνίο(υ) Α(ὐ)γο(ύ)σ]το(υ) Αὐτοκράτορος ἔτους ἑπτακαιδεκάτο(υ), τοῖς μετὰ τὴν ὑπατείαν Φλ(αυίου) Βασιλίο(υ) τοῦ ἐνδοξοτάτο(υ), καταλαβὼν
5[τὴν Ἀφροδίτ]ης κώμην δημοσίας χρείας ἕνεκεν καὶ αἰτηθεὶς παρὰ τῆς σῆς εὐδοκιμήσεως ἐλθεῖν καὶ ἐπιθεωρῆσαι
[τὰ λήϊα το(ῦ)] ὑπʼ αὐτὴν ὀργάνο(υ) τοῦ [ε]ὐ̣αγοῦς μοναστηρίο(υ) ἄπα Σουροῦτος τοῦ διακειμέν[ου] ἐν τῇ βορινῇ(*) πεδιάδι τῆς
[εἰρημένης κώ]μης, κλήρο(υ) φήνε[ω]ς καλουμένο(υ) πρότερον ἄπα Ψεντ[ο(υ)]σ̣ῆτος· κἀκεἰσε(*) οὖν παραγενάμενος ἅμα
[τῇ σῇ εὐδοκι]μήσει, ἑώρακ̣α τὰ προειρημένα λήϊα λελυμηθέντα(*) παντελῶς πρὸς πᾶσαν αὔξησιν καρπο(ῦ),
[τὰ μὲν κατα]πατηθέντα καὶ πηλοπατηθέντα ὥστε ἀφανῆ γενέσθαι, τά δὲ [π]αρωθέ̣ν̣τα καὶ ἐκριζωθέντα
10[- ca.9 -] πρὸς ἀχρήστων εἴδησ[ι]ν. καὶ ταῦτα οὕτως θεωρήσας, ἐπερώτησα(*) τὴν αἰτίαν διʼ ἣν ἐπὶ τοσοῦτον
[τρόπον κακ(?)]ίσ̣τως ελυμηνοιτο(*) ὁ̣ καρπός· ἔφησέν μοι ἡ σὴ εὐδοκίμη[σ]ις ὅτι δὴ· ἀνήρ τις λεγόμενος
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ Μο]υσαίο(υ) ἐστὶν ὁ ταῦτα π[οι]ῶν. πρὸ ἡμερῶν γὰρ ἦλθεν πρὸς ἐμὲ̣ μέλλων τὰ πρόβατα αὐτο(ῦ)
[ἀγαγεῖν ε̣ἰ̣ς̣] τ̣ὸ ὄργανον τοῦ μακαρίου ἀδελφο(ῦ) αὐτο(ῦ), παρακάτω τοῦ ἐμο(ῦ) ὀργάνο(υ), εἰς χλωροφαγίαν.
[- ca.9 -]σατο μοι, βουλόμενος δι[ὰ τ]οῦ ἐμο(ῦ) αὔλακος τὴν εἴσοδον τῶν αὐτο(ῦ) προβάτων πο[ι]ήσασθαι, καὶ μαθὼν
15[τὴν εἴσοδον](?) ταύτην γενέσθαι οὐ παρεχώρησ[α] ἑκουσίως, ἀπῆλθε̣ν τυραννίδι ἐπερειδόμενος, ἀπήλασας
[  ̣  ̣  ̣  ̣ τὰ προρ]ηθέντα αὐτο(ῦ) πρόβατα καὶ ὅσα εἶχεν θρέμματα διὰ τῶν ἐμῶν ληΐων, καὶ ο̣[ὕ]τως ἐλυμήν[ατ]ο
[  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣  ̣ μ]οι τοιαύτην ζημίαν καὶ ἀνατροπὴν εἰς βλάβην τοῦ δημοσίο(υ), καίτοι γε παραγγελθεὶς
[παρʼ ἐμοῦ, μι]μνήσκοντος μὴ οὕτω χρήσασθαι τῷ ἐμῷ αὔλακι· ὑφο̣ρωμένῳ τὸν γενάμενον α̣ἰ̣κισμὸν
[ἔφησεν εἶν(?)]αί ποτε τὸν τόπον ἐν ὁδηπορίας(*) τάξει θρεμμάτων ἐπὶ ἡμῶν καὶ ἐπὶ προγόνων.
20[καὶ πρὸς τ(?)]ὴ̣ν(?) τῶν οὕτως εἰρημένων καὶ ἡγημένων ἀσφάλειαν, αἰτηθεὶς παρὰ σοῦ καὶ συνθεὶς τόδε
[τὸ ἐκμαρτύ]ριον, ἐξεδόμην σ[ο]ι μεθʼ ὑπογραφῆς ἐμῆς. ⳨ Κόλλουθος βοηθὸς τῆς ἐκδικίας τῆς
[Ἀνταιοπολι]τῶν ἐκδέδωκα τοῦτο τὸ ἐκμαρτύριον ὡς πρόκ(ειται). ⳨ ⳨ ⳨ \χμγ/
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar