Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Cair. Masp. I 67024 TM Nr. 18988

Rescrit impérial

Aphrodites Kome (?) (Antaiopolites) ca. 551
Andere Publikationen Sel. Pap. II 218
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 70; IX, S. 41; XIII, S. 51/52 BL online
Bemerkungen Zur Datierung vgl. BL I, S. 104. Gehört zum Dioskoros - Archiv. Rückseite: Gedicht, isopsephisch. Ausfertigung desselben Textes wie P.Cair. Masp. I 67025. Vgl. Azzarello, Domus divina, S. 94-96 mit Anm. 275.
Inhalt Reskript, Kaiser an dux Thebaidos, Autopragie
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[προ]σελ̣θὼν ἡμῖν ἐδίδα[ξεν] \ἡ̣μ̣ῖν/ ὁρμᾶσθαι μὲν ἐκ τῆσδε
[τῆ]ς κώμης τῆς Θηβαίων χώρα[ς], διδάσκων τὸν πατέρα δ[ὲ]
[τὸ]ν οἰκ[εῖον ]τὼν ἐ ν αὐ τῇ κεκτημένων(*) πρῶτον γενόμενο[ν],
[καὶ] τὰς ὑπὲρ τοῦ πα̣ν̣τὸς χωρίο(υ) συ̣ν̣τελείας ἀναλεγόμενον,
5[ἐπὶ] τ[οὺς] τῆς ἐπιχωρίο(υ) τάξεως ταύτας κατατιθέναι· ἐπειδὴ δὲ
παρὰ τῶν κατὰ καιρὸν ἀρχόντων ο(ὐ) τὰς τυχο(ύ)σας ἀδικίας
ὑπέμεινον, τῷ θείῳ \ἡμῶν/ οἴκῳ σφᾶς αὐτοὺς ἐπιδοῦναι καὶ ὑπὸ \τὴν/ προσ-
τασίαν αὐτοῦ γενέσθαι \τὴν αὐτο(ῦ)/, Θεοδόσιον δὲ τὸν μεγαλοπρε(πέστατον), τῆς ἀπο(υ)σίας
δραξάμενον το(ῦ) πατρὸς τοῦ δεομένου, τοὺς μὲν τῆς κώμης
10ἀναλέξασθαι φόρους, οὐδὲν δὲ καταθεῖναι παντελῶς
[ἐπ]ὶ̣ τὸν δημόσιον λόγον, ὥστε τοὺς τῆς ἐπιχωρίο(υ) τάξεω\ς/
π̣ά̣λ̣ιν ἐκ δευτέρου τοὺς ἱ̣κέτας τὰς ἐπικείμενας αὐτοῖ\ς/
συντελείας εἰσπρᾶξαι· περί τε το(ύ)το(υ) θείας ἡμῶν ἤδη
πορίσασθαι συλλαβὰς πρὸς τὴν σὴν ἐνδοξ(ό)τ(ητα) γεγραμμένας,
15ἀλλὰ τὴν ἐκείνο(υ) περιδρομὴν πλέον τῶν ἡμετέρων
ἰσχῦσαι κελεύσεων, ὥστε τῷ δεομένῳ δευτέρας ἀφορμῆς
ὅδου καὶ μείζονος καταστῆναι τὸ πρᾶγμα τριβ̣ῆς. θεσπίζο\μεν/
τοίνυν τὴν ἐνδοξ(ότητα) τὴν σὴν νῦν γοῦν ταῖς δεδομέναις
περὶ το(ύ)το(υ) τῷ ἱκέτῃ θείαις συλλαβαῖς πέρας ἐπιθεῖναι τὸ
20προσῆκον, καὶ μὴ χρόνους ἐκ χρόνων αὐτὸν ἤτοι τὴν
κατʼ αὐτὸν κώμην τῶν ἐποφειλομένων αὐτοῖς ἀπο-
στερεῖσθαι, ὡς μὴ κατὰ τὴν πρόφασιν ταύτην ἀτονίαν
αὐτοῖς ὀλίγον ὕστερον περὶ τὴν τῶν δημοσίων φόρων
γενέσθαι καταβολήν. ἐπειδὴ δέ φησίν τινας \τῶν/ κατὰ ταύτην
25[κεκτημ]ένων τὴν κώμην πράγματα τοῦ δεομένου καὶ τῶν
ἀδελφῶν τῶν αὐτο(ῦ) παρὰ τὸν τοῦ [δικα]ίου λ̣[ό]γ̣ο̣ν̣ ἀφέλεσθ[αι]·
⟦ἀφορμὴ τῆς το(ῦ) εἰρημέ(νου) δημοσίο(υ) δε̣υ̣τ̣έρας⟧ {\εἰσπράξεως/} θεσπίζομεν τὴν ἐνδοξ(ότητα) τὴν σὴν
[καὶ τὰ περὶ] το(ύ)το(υ)[ς] σκοπο̣ῦ̣σ̣αν ε̣ἰ̣ οὕτως ἔχοντα εὕροις,
τὸ ἱκανὸν τῷ τε δεομένῳ καὶ τοῖς ἀδελφοῖς τοῖς α̣ὐ̣τ̣ο̣(ῦ) [κατὰ τὸν]
30νόμον γενέσθαι παρασκευάσαι. πρὸς τούτοις ἐδίδαξαν ἡμᾶς
Ἰ̣ο̣υ̣λιανόν, παγάρχην τῆς Ἀνταιοπολιτῶν, βουληθῆναι τὴν κατʼ αὐτο(ὺ)ς
κώμην ὑπὸ τὴν οἰκείαν παγαρχίαν ποιήσασθαι, καὶ ταῦτα μηδέ-
ποτε τελεσάντων ὑπὸ παγαρχίαν αὐτῶν, ἀλλὰ κατὰ τὸ τῶν
αὐτοπράκτων σχῆμα διʼ ἑαυ\τῶν/ τοὺς δημοσίους φόρους ἐπὶ ⟦το(ὺ)ς̣⟧
35τὴν ἐπιχώριον τάξιν κατατιθέντων. ἐπειδὴ δὲ οὐκ ἠνέσχο[ν]
τὸ τούτου τοῦ μέρους ἐπελθεῖν αὐτοῖς καὶ πραγμάτων ἁρπαγ̣ὴ̣ν̣
ἁμαρτῆσαι, \α/ καὶ τοσαύτην ἁπλῶς τὴν ἀτοπίαν γενέσθαι τὴν
αὐτο(ῦ) \αὐτοῖς τε καὶ τῇ α̣(ὐ)τ̣[ῶν κώμῃ]/ ὥστε καὶ ὑπὸ τὴν παγαρχίαν ποιήσασθαι, πρᾶγμα πάσης̣
ἀτοπίας ἐπέκεινα, \α/ θεσπίζομεν τοίνυν τὴν ἐνδοξ(ότητα) τὴν σὴν
40ἐξετάσαι τὰ περὶ τούτου \α/ μεθʼ ὅσης νόμος ἀκριβείας προστάττει,
καὶ εἰ ταῖς \α/ ἀληθείαις μηδέποτε τοὺς τὴν αὐτὴν κώμην οἰκοῦντ[ας]
ὑπὸ παγαρχίαν τελέσαντας εὕροις, \α/ ἀποστῆσαι μὲν τὸν προειρημ̣(ένον)
vac. ? τῆς πρὸς αὐτοὺς μετουσίας, \α/ θεραπεῦσαι δὲ παρα-
σκευάσαι τοῖς δεομένοις τὰς ἀπηνηνεγμένας παρʼ α̣ὐ̣τ[οῦ]
45βλάβας αὐτοῖς καθὰ τοῖς περὶ τούτου νόμοις δοκεῖ. ἀξεῖ [δὲ]
καὶ τοὺς ἄλλους ἡ σὴ ἐνδοξ(ότης) ὅσοι \τῆς \τε/ σῆς τάξεως καὶ παγανῶ̣ν̣/ τοῖς δεομένοις ἐπί τ̣[ε]
χρήμασιν καὶ ἐγκλήμασιν ὑπεύθυνοι φανεῖεν
τυγχάνειν· καὶ τὰ τʼ ἐς χρήματα βλέποντα θεραπεῦσαι τοῖς
δεομένοις κατὰ τὸν νόμον, ὑπέρ τε τῶν ἐγκλημάτων
50νομίμοις ποιναῖς ὑποθεῖναι φροντιείη(*) τοὺς μὲν ταῦτα
ἡμαρτηκότας, ὥστε τὸ ἱκανὸν ἐφʼ ἑκατέρῳ, τοῖς τε δεομένοις
καὶ τῷ νόμῳ, γενέσθαι ⳨. τῶν κατὰ συναρπαγὴν οἷον εἶκος συλλαβὼν
ποριζομένων παρὰ τὰ παρʼ ἡμῶν νῦν θεσπισθέντα, θεσπίζομεν ο(ὐ)δεμίαν
δυναμένων ἔχειν ἴσχυν, παρασκευάσεις τὰ εἰς χρήματα βλέποντα, ὑπὲρ δέ γε τῶν ἐγκλημάτων, νομίμοις τοὺς ἡμαρτηκότας ὑποθήσεις ποιναῖς, ὥστε τὸ ἱκανὸν ἐφʼ ἑκατέρῳ, τῷ τε δεομένῳ καὶ τῷ νόμῳ γενέσθαι τα[ῦ]τ̣α̣   ̣  ̣  ̣  ̣
55 vac. ?
vac. ?
vac. ?
vac. ?
vac. ?
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar