Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Cair. Masp. I 67003 TM Nr. 18978

Requête

Antinoopolis (?) ca. 567
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 40; XI, S. 52
Bemerkungen Zur Datierung vgl. BL I, S. 100 und BL XI, S. 52. Gehört zum Dioskoros - Archiv.
Inhalt Petition, Mönche an dux Thebaidos, Streit, Grundstück
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
† χμγ //
⳨ Φλαυΐῳ Τριαδίῳ Μαριανῷ Μιχαηλίῳ Γαβριηλίῳ Κωνσταντίνῳ Θεοδώρῳ
Μαρτυρ[ί]ῳ Ἰουλιανῷ Ἀθανασίῳ τῷ ἐνδοξοτ(άτῳ) στρατηλάτῃ ἀπ\ὸ/ ὑπάτων καὶ ὑπ(ερ)φυεστ(άτῳ) πατρικί̣ῳ̣
πραιφέκτου Ἰουστίνου δουκὶ καὶ αὐγουσταλίῳ τῆς Θηβαίων χώρας τὸ β
διὰ τοῦ μ[εγ]αλοπρ(επεστάτου) μ̣[α]γίστερος Δωροθέου † δέησις καὶ ἱκεσία πα(ρὰ) τῶν ἀθλίων ἐρημιτῶν μονάχω̣(ν)
5† τοῦ ὄρους τῶν χριστοφόρων ἀποστόλων καλουμέ(νου) Φαραο(υ)το̣[ς].
πᾶσα δικαιοσύνη καὶ δικαιοπραγεία(*) τὰς προόδους προλάμπουσιν τῆς ὑμῶν ἐνδόξο(υ) ὑπ(ερ)φυΐας·
καὶ πάντα τὰ εὐαγῆ μοναστήρια κ(αὶ) τοῦ θ(εο)ῦ πάνσεπτα εὐκτήρια ἐπὶ τῆς ὑμετέρας αἰσίας
ἀγαλλώνται(*) εὐαρχείας, ἐφʼ ὅτι πᾶν ἄδικον φευκτέον καὶ ἀπ\ο/τρεπτέον ἀπ\ὸ/ το(ύ)των ἐλα(ύ)νεται
τῶν εἰω[θ]ότων φιλοπραγμονῆσαι καὶ πλεονεκτῆσαι τὰ ἑαυτῶν πράγματα τυρανικῶς(*).
10καὶ εὐχὴ τούτων \ἐσ̣τ̣ὶν/ κ̣αὶ τῶν ἐνοικούντων τῇ τούτων συνευλέσει(*) ἱκετηρία, καὶ πρεσβεία ὑπὲρ
ὑμῶν τῶν εὐκλεστάτων(*) μετὰ καὶ τῶν ἐνδοξοτ(άτων) ὑμῶν τέκνων τῶν τῆς ἐπαρχείας πάσης κυρίων
οὐ πεπαύσεται πρὸς τὸν παμβασιλέα Θ(εὸ)ν ἀδιαλείπτως ἀναφερομένη, διὰ τὸν οἶκτον ὑμῶν
καὶ οἶστ[ρ]ον εἰς πᾶν ὁτι\οῦν/ τούτοις συμβαλλόμενον καὶ περισπούδαστον Θ(ε)ῷ ἀγαθὸν ἔργον. καὶ το(ῦ)το
ἀκριβῶς ἐπιστάμενοι, προσπίπτωμεν(*) τοῖς εὐκλεέσι καὶ ἀνεπάφοις ὑμῶν ἴχνεσι, διδάσκοντες
15τὸ καθʼ ἡμᾶς πρᾶγμα ἐν τούτοις ἔχον † διδάσκωμεν(*) οὖν τὸ φιλάνθρωπον ὕψος ὑμῶν ὡς
ὀλίγας ἀρούρας, ἕως ἓξ καὶ μόνων, σπορίμης γῆς, συννημμένας(*) τοῖς ἡμετέροις γῃδίοις ἤτοι το(ῦ) ἁγίο(υ)
τόπο(υ) τῆς διακονίας, ἐδωρήσατο ἡμῶν κατʼ ἔγγραφον δωρεὰν μία τις γυνὴ χήρα, ἥτις ἔλαχεν
ταύτας κατὰ προικο͂ͅον(*) τοῦ αὐτῆς ἀνδρὸς τότε περιόντος. ἔπειτα δὲ κἀκείνο(υ)(*) αὐτῆς προτελευτήσαντο\ς/,
τοῖς ἐξ αὐτῆς τέκνοις ἅμα ταύτῃ προκαταλείψαντος, ὕστερον δὲ καὶ τῶν εἰρημένων τέκνων μετὰ τὸν
20πατέρα τ̣ελευτησάντων θανόντα, καὶ ὡσαύτως ἀπολειπόντων τῇ μητρὶ αὐτῶν τῇ ἀρτίως πρὸ ἱκανο(ῦ) χρόνο(υ)
δωρησαμένης ἡμῖν τὰ γῄδια, εἰς προσφορὰν καὶ ἀγάπην, ὑπὲρ ἱλασμο(ῦ) ψυχῆς αὐτῆς καὶ τῶν τέκνων μετὰ
καὶ το(ῦ) αὐτῶν πατρός· ὅ̣περ πρεσβεῖον προσδοκίας καὶ ἐλπίδος ἀποθανόντων ἐστὶ το(ῦ)το. κ(αὶ) οὐκ ἴσμεν πόθεν
ἐπεξῆλθεν ἡμᾶς Ἰε̣ζεκιήλ τις τυγχάνων κουρεὺς καὶ συκοφάντης καὶ πονηρός, βουλόμενος ταύτας ἀποσπάσασθαι
ἀρʼ ἡμῶν ἀδίκως, μὴ ἔχων παντοίαν μετουσίαν μετὰ τῶν κυρίων το(ῦ) πράγματος· ὅθεν παρακαλοῦμεν τὸ ὑψος ὑμῶν, ἐνορκοῦντες
25κατὰ τῆς ἁ̣[γί]ας Τριάδος εἰ παρασταίη προστάξαι τῷ παγάρχῃ τῆς Ἀνταίο(υ) καὶ τῷ τοποτηρητῇ ταυτῆς(*) ἀφʼ ἡμῶν αὐτὸν ἀποτρέψαι, δέσπο(τα) ὑ̣π̣(ερ)φ̣υ̣έ̣σ̣τ̣α̣(τε).
v
† δέησις καὶ ἱκεσία τῶν ὑμετέρω(ν) ἐ̣λ̣ε̣ε̣ι̣(νοτάτων) δούλ̣ω̣ν̣.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar