Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Δωρίων Ζήνωνι χαίρειν. ἐπυθόμεθα ἀφʼ οὗ χρόνου κεῖται τὰ διὰ Χάρμου ἐνέχυρα [ποτη-]
ρίδια καὶ κοσμάρια· ἔστιν τὸ κεφάλαιον ἀργυρίου (δραχμαὶ) χ καὶ τόκος ἑκάστης μνᾶς ἀρ̣γ̣υ̣(ρίου) [(δραχμαὶ) -ca.?- . ὁ δὲ]
χρόνος ἔτη β καὶ μῆ(νες) ια. ὁμοίως δὲ καὶ τὰ ἑρα(*)· τὸ κεφάλαιον ἀργυ(ρίου) (δραχμαὶ) ϡ, ἀφʼ ὧν
παρὰ Πετάλιος ἐμ(*) πόλει ἀργυ(ρίου) <(δραχμαὶ)> χ καὶ ἐμ(*) Μέμφει Κάλλωνι ἀργυ(ρίου) (δραχμαὶ) τ (γίνονται) ἀργυ(ρίου) [(δραχμαὶ) ϡ]·
5ὁ δὲ χρόνος ἐνιαυτὸς καὶ μῆ(νες) ε. περὶ δὲ τῶν ϡ (δραχμῶν) τοῦ τόκου μὴ φρόντιζε, ἀλʼ(*) ὡς ἄ[ν σοι]
φαί̣νηται, οὕτως ποίει. καλῶς δὲ ποιήσεις καὶ παρὰ Σωστράτου ἀργυ(ρίου) (δραχμὰς) λβ ἃς̣ [ἔχω]
διὰ τραπέζης ὑπὲρ Διονυσίου φροντίσας ὅπως ἀποσταλῇ μοι. συνέθηκε δὲ (τάλαντον) α
ἀποδόσθαι ἐμ(*) Μέμφει, ὃ συνέταξεν δοῦναι εἰς τὰ ὀψώνια Πάιτι καὶ Φαλοῦτι καὶ
ἄλλα (τάλαντα) β (γίνεται) (τάλαντα) γ. ἔγραψε δέ μοι πρὸς Θράσωνα ἐπιστόλιον ὑπολογῆσαι ὧν
10τὴν τιμὴν οὐθεὶς δέδωκεν.
ἔρρωσο. (ἔτους) λϛ Μεχεὶρ β.
vρίδια καὶ κοσμάρια· ἔστιν τὸ κεφάλαιον ἀργυρίου (δραχμαὶ) χ καὶ τόκος ἑκάστης μνᾶς ἀρ̣γ̣υ̣(ρίου) [(δραχμαὶ) -ca.?- . ὁ δὲ]