Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
[Ἡρακλείδης Ἡρα]κλείδου τοῦ Ἀρχελάου μητρὸς Σα[ραπ-]
[ ̣ ̣ ̣ γυμνασιαρχή]σ̣ας τῆς Ὀ[ξ]υρυγχειτῶν(*) πόλ[εως]
[Ἡρακλᾶτι τῷ καὶ Ἡρακλ]έωνι Ἀ̣ρ̣χ̣[ε]λ̣[άου] ἀπὸ τοῦ Τρύφω[νος]
[Ἰσιείου πρὸς πατρός μ]ο̣υ̣ θ̣είῳ χαίρειν. ὁμολογῶ ἔ[χειν]
5[παρὰ σοῦ ἐν παραθέ]σει ἀργυρίου Σεβαστοῦ νομίσμ[ατος]
[δραχμὰς ἑξακι]σ̣χ̣ειλίας(*) αἵ εἰσι τάλαντον ἓν ὃ καὶ [ἀποδώ-]
[σω σοι ὁπηνίκα] ἐὰν αἱρῇ ἄνευ πάσης ὑπερθέσεως. ἐὰν
[δὲ μὴ ἀποδῶ, ἐ]ξ̣έσται σοι̣ ἀπαιτεῖν με κατὰ τὸν τῶν παραθη-
[κῶν νόμον τῆς] πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν
10[ὑπαρχόντων μοι] πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ παρα-
[θήκη ἔσται γρ]αφεῖσα ὑπʼ ἐμοῦ τοῦ Ἡρακλείδου χωρὶς ἀλι-
[φάδος καὶ ἐπιγρ]αφῆς ὡς ἐν δημοσίῳ καταχωριζομένη.
[ἔτους ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] καὶ εἰ̣κοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου
[Αὐρηλίου Κομμόδο]υ Ἀ̣ντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ
15[Ἀρμενιακοῦ Μη]δικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ
[μεγίστου Βρετα]ν̣νικοῦ Ἁθὺρ λ.
v[ ̣ ̣ ̣ γυμνασιαρχή]σ̣ας τῆς Ὀ[ξ]υρυγχειτῶν(*) πόλ[εως]