Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Διονυσόδωρος ἸουλίωιἸόλλαι
τῶι φιλτάτωι πλεῖστα χαίρειν·
προσῆλθέν μοι Νεμεσᾶς, πράκτωρ
λα[ογ]ραφίας κώμης Φιλαδελφείας,
5λ[έγ]ων ὀνόματα εἶναι ἔν τισιν
κώμαις τοῦ ὑπὸ σὲ νομοῦ ὀφείλοντα
λαογραφίαν. διὸ ἐρωτῶ σε συνπέμψαι
τινὰς αὐτῶι, ὅπως τὰ ὀφειλόμενα
αὐτῶι εἰσπραχθῆι καὶ χωρήσῃ εἰς τὸ
10δημόσιον. καὶ σὺ δέ, περὶ ὧν βούλει,
γράφε μοι ὡς ἥδιστα ποιήσοντι·
πρὸ δὲ πάντων
ἔρρωσο.
(ἔτους) ε Τιβερίου Κλαυδίου Καίσαρος
15Σεβαστοῦ Γερμανικοῦ
αὐτοκράτορος, Φαρμοῦθι κγ.
vτῶι φιλτάτωι πλεῖστα χαίρειν·
προσῆλθέν μοι Νεμεσᾶς, πράκτωρ
λα[ογ]ραφίας κώμης Φιλαδελφείας,
5λ[έγ]ων ὀνόματα εἶναι ἔν τισιν
κώμαις τοῦ ὑπὸ σὲ νομοῦ ὀφείλοντα
λαογραφίαν. διὸ ἐρωτῶ σε συνπέμψαι
τινὰς αὐτῶι, ὅπως τὰ ὀφειλόμενα
αὐτῶι εἰσπραχθῆι καὶ χωρήσῃ εἰς τὸ
10δημόσιον. καὶ σὺ δέ, περὶ ὧν βούλει,
γράφε μοι ὡς ἥδιστα ποιήσοντι·
πρὸ δὲ πάντων
ἔρρωσο.
(ἔτους) ε Τιβερίου Κλαυδίου Καίσαρος
15Σεβαστοῦ Γερμανικοῦ
αὐτοκράτορος, Φαρμοῦθι κγ.