Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[τῇ ὑμ]ε̣τέρᾳ ἐνδόξῳ ὑπεροχῇ ὥρμηται μὲν ἐκ τῆς Θηβαίων χώρας
[ἀδ]ι̣[κ]ηθεὶς δέ, ὥς φησιν, παρά τινων αὐτόθι τὴν ἐντεῦθεν β̣λά̣β̣η̣ν̣
ἀ̣[να]φέρων εἰς τὴν βασιλίδα ταύτην παρεγένετο πόλιν ἱκέτης τε
5γενόμενος τοῦ εὐσεβ(εστάτου) δεσπότου θείων ἔτυχεν συλλαβῶν πρὸς τὴν
ὑμετέραν φιλανθρωπείαν. vac. ? μίαν ταύτην αὐτῷ βοήθειαν ἀσφαλῆ
καλῶς ὑπολαβὼν τὴν ἐκ τῆς ὑμετέρας δικαιοσύνης ἐπικουρίαν
ταύτης δεῖται τυχεῖν παρʼ ὑμῶν καὶ τὴν ἐπιστολὴν ὑπὲρ τούτων
ᾔτησεν πρὸς ὑμᾶς. vac. ? οἶδα δέ, ὅτι καὶ τῆς ἐμῆς αἰτήσεως χωρὶς
10αὐτῷ τε καὶ τοῖς ἄλλοις ἅπασιν τὰ δίκαια δίδωσιν ἡ ὑμετέρα
ὑπεροχή. vac. ? παρακαλῶ δὲ καὶ σπουδήν τινα πλείω προστεθῆναι Διοσκόρῳ
τῷ θαυμασίῳ, ὥστε κἀμὲ(*) χρήσιμον αὐτῷ φανῆναι καὶ ὑμᾶς πολλῷ
πλείονα τὸν ἀπὸ τοῦ δεσπότου θεοῦ μισθὸν ἀπολαβεῖν. †