Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
† νομίζω ὅτι εἰ μὴ ἡ χεὶρ τοῦ θεοῦ βοηθήσῃ, τὸ τῆς παροιμίας εἰς ἐμὲ ἔχετε
πληρῶσαι ὅτι ἀπῆλθες ἐκ τῆς ὄψεως, ἀπῆλθες ⟦καὶ⟧ ἐκ τῆς ψυχῆς· ἀπέκαμον γὰρ
[γράφ]ων ὑμῖν ἵνα διὰ τῶν ἀντιγραφῶν σημά[ν]ατέ μοι ἐαν(*) προσέχουσιν ⟦η⟧ ὑμῖν καὶ
ποιοῦσιν ὑμῖν ἀποκρίσεις, καὶ ἀνέμους ἀντιγράφετε μήτε πόδια ἐχοντ⟦[α]ι⟧(*) μήτε
5κεφαλὴν. οὐ μὴν ἀλλὰ καὶ Κολλούθου τοῦ παιδὸς πεμφθέντος παρʼ ἐμοῦ ἐν τῷ
Ἀρσινοίτῃ ἔγραψα ὑμῖν πέμψαι τὸ ἐρεοῦν μαλλωτὸν μετὰ καὶ τῶν ἄλλων εἰδῶν
καὶ διὰ τῆς χάριτος τοῦ θεοῦ τρεῖς ἥμισυ μῆνας ἐποίησεν ἐκεῖ καὶ ἦλθεν κουφά-
χαιρα(*) μήτε γράμματα ὑμῶν ἐνεγκών μοι. καὶ ἐν ὅσῳ ταῦτά εἰσιν, ὤφελον
κἀγὼ(*) σχεῖν ἐγκέφαλον καὶ μὴ γράψαι ὑμῖν· καὶ ἀρκεῖ μου(*) ἕως τοῦτο γράψαι. †
vπληρῶσαι ὅτι ἀπῆλθες ἐκ τῆς ὄψεως, ἀπῆλθες ⟦καὶ⟧ ἐκ τῆς ψυχῆς· ἀπέκαμον γὰρ