Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
γνόντε[ς οἱ] προνοητικώτατοι Αὐτοκράτορε[ς ἡμῶ]ν Διοκλητι[αν]ὸς καὶ Μαξιμιανὸς οἱ Σεβαστο[ὶ] καὶ
Κωνστάντιος καὶ Μαξιμιανὸς οἱ ἐπιφανέστατοι Καίσαρ[ε]ς ̣ ̣ ̣ ̣ν̣ε̣ ̣ ̣ ὡς ἔτυχεν τὰς ἐπιβολὰς τῶν δη-
μοσίων εἰσφορῶν γίγνεσθαι ὥς τινας μὲν κου[φ]ίζεσθ[α]ι ἄλλους δὲ βαρῖσθαι(*), τὴν κακίστην ταύ-
5την καὶ ὀλέθριον συνήθειαν ἐκκόψαι ὑπὲρ τοῦ [συμ]φέροντος τῶν ἑαυτῶν ἐπαρχει-
ωτῶν(*) τύπον τε σωτήριον δοῦναι καθʼ ὃν δέοι τὰς εἰ[σφο]ρὰς γίγνεσθαι κατηξίωσαν.
πόσα οὖν ἑκάστῃ ἀρούρᾳ πρὸς τὴν ποιότητα τῆς γῆς ἐπεβλήθη καὶ πόσα ἑκάστῃ κεφαλῇ
τῶν ἀγροίκων καὶ ἀπὸ ποίας ἡλικείας(*) μέχ[ρ]ει(*) π[ο]ίας, ἀπὸ τοῦ προτεθέντος θείου διατάγματος
καὶ τοῦ αὐτῷ συννηννωμένου(*) βρεουίου [οἷς] τὰ ἀντίγραφα τούτου μου τοῦ διατάγματος
10δημοσίᾳ προύταξα, ἔνεστιν πᾶσι ̣υνο[ ̣ ̣]ν̣. [εὐ]εργετηθέντες οὖν καὶ ἐν τούτῳ τὰ μέγιστα
οἱ ἐπαρχειῶται(*) φροντισάτωσαν ἀκολούθως τοῖς θειωδῶς διατυπωθεῖσιν τὰς εἰσφο-
ρὰς μετὰ πάσης ταχύτητος ποιήσασθαι καὶ μηδαμῶς ἀνάγκην τοῦ ἐπιξαντος(*) ἐκδέχεσ-
θαι. προσῆκεν γὰρ τὰ εἰς καθοσίωσιν σύνπαντα προθυμότατα ἕκαστον πληροῦν· εἰ γάρ
τις ἄλλο πράξας ὀφθείη μετὰ τὴν τοιαύτην δωρεὰν κινδυνεύσει. προσετάχθησαν
15δὲ οἱ ἄρχοντες καὶ οἱ προπολειτευόμενοι(*) ἑκά[σ]της πόλεως καὶ τοῦ θείου διατάγματος
μετὰ μεγαλοῦ(*) βρεουίου τὸ ἀντίγραφον ἔτι τε καὶ τούτου εἰς ἑκάστην κώμην εἴτʼ οὖν τόπον
ἀποστεῖλαι ὑπὲρ τοῦ εἰς γνῶσιν ἁπάντων ᾗ τάχο[ς] ἐλθεῖν τὴν μεγαλοδωρίαν τῶν
Αὐτοκρατόρων ἡμῶν καὶ τῶν Καισάρων. ἀ[ν]α̣μιμν[ῄσ]κονται δὲ καὶ οἱ πρακτῆρες
ἑκάστου εἴδους πάσῃ δυνάμι(*) παραφυλάττειν· [εἰ] γάρ τις παραβὰς ὀφθείη κεφαλῇ
20κινδυνεύσι(*). (ἔτους) ιγ ((s-etous)) καὶ ιβ ((s-etous)) καὶ ε ((s-etous)) τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ
Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων, Φαμενὼθ κ.