Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀλέξανδρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαί τε καὶ ἐν τοῖς λοιποῖς [κατὰ νοῦν]
ἀπαλλάσσεις, εἴη ἂν ὡς ἡμεῖς βουλόμεθα. ἐρρώμεθα δὲ καὶ αὐτοί. παραγ[ινομένου]
πρὸς ὑμᾶς Μυὸς ἔδοξεν ἡμῖν βέλτιον εἶναι αὐτῶι τε τῶι Μυὶ ὑπόμνημα ἀ̣[ποστεῖλαι ἐν ὧι]
μνησθῆι Ἀπολλωνίωι περὶ τῆς συντάξεως ἧς ἔταξεν ἡμῖμ(*) Μένετ[ος. ὑ]πὸ τ̣[ούτου δʼ οὐδὲ τὴν]
5ὀφειλομένην κεκομ̣ίσμεθα ο̣ὔτε ἀφʼ οὗ χρόνου κεῖνος(*) τετελεύτηκε[ν οὐδεὶς ἡμῖν(?)]
ἀποδίδωσιν. καλῶς δʼ ἔχειν ὑπέλαβον καί σοι γράψαι ὅπως ἐάν τινά σου χρεί[αν τὰ πράγμα-]
τα ἔχηι συναντιλάβηι φιλοτίμως καὶ ἡμῶν ἕνεκεν καὶ Μενέτου. οἶδ̣α γὰ̣[ρ ὅτι σοῦ]
βουληθέντος πάντα ἡμῖν τὰ φιλάνθρωπα ἔσται παρʼ Ἀπολλωνίου, καὶ ἡμεῖς δ̣[υνησόμεθα]
διὰ σὲ σεσῶισθαι(*) καὶ ἀνεστάναι. περὶ ὧν σπουδάσομεν καὶ αὐτοὶ καθ̣ʼ ὅσον̣ [ἡμῖ]ν̣ κ[αὶ δυνατὸν]
10τὰς χάριτας ἀποδιδόναι σοι.
vac. ? εὐτύχει.
vἀπαλλάσσεις, εἴη ἂν ὡς ἡμεῖς βουλόμεθα. ἐρρώμεθα δὲ καὶ αὐτοί. παραγ[ινομένου]
πρὸς ὑμᾶς Μυὸς ἔδοξεν ἡμῖν βέλτιον εἶναι αὐτῶι τε τῶι Μυὶ ὑπόμνημα ἀ̣[ποστεῖλαι ἐν ὧι]
μνησθῆι Ἀπολλωνίωι περὶ τῆς συντάξεως ἧς ἔταξεν ἡμῖμ(*) Μένετ[ος. ὑ]πὸ τ̣[ούτου δʼ οὐδὲ τὴν]
5ὀφειλομένην κεκομ̣ίσμεθα ο̣ὔτε ἀφʼ οὗ χρόνου κεῖνος(*) τετελεύτηκε[ν οὐδεὶς ἡμῖν(?)]
ἀποδίδωσιν. καλῶς δʼ ἔχειν ὑπέλαβον καί σοι γράψαι ὅπως ἐάν τινά σου χρεί[αν τὰ πράγμα-]
τα ἔχηι συναντιλάβηι φιλοτίμως καὶ ἡμῶν ἕνεκεν καὶ Μενέτου. οἶδ̣α γὰ̣[ρ ὅτι σοῦ]
βουληθέντος πάντα ἡμῖν τὰ φιλάνθρωπα ἔσται παρʼ Ἀπολλωνίου, καὶ ἡμεῖς δ̣[υνησόμεθα]
διὰ σὲ σεσῶισθαι(*) καὶ ἀνεστάναι. περὶ ὧν σπουδάσομεν καὶ αὐτοὶ καθ̣ʼ ὅσον̣ [ἡμῖ]ν̣ κ[αὶ δυνατὸν]
10τὰς χάριτας ἀποδιδόναι σοι.
vac. ? εὐτύχει.
(hand 2) Ἀλέξανδρος περὶ τῆς γινομένης
αὐτῶι συντάξεως. (ἔτους) κη Δύστρου κδ.
ἐμ(*) Μέμφει.
Ζήνωνι
αὐτῶι συντάξεως. (ἔτους) κη Δύστρου κδ.
ἐμ(*) Μέμφει.
Ζήνωνι