Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Dura 31 TM Nr. 17228

Divorce

Ossa (in der Nähe von Dura - Europos) 204, 18. Juni
Material Pergament
BL-Einträge
(nach BL-Konkordanz)
X, S. 64; XI, S. 75
Inhalt Vertrag, Scheidung
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
int
(hand 2) ἔτους ιεφ´, μηνὸς Ἀρτεμισίου δ´, ἐν Ὄσσῃ Κώμῃ,
ἐπὶ τῶν ὑπο-
χυρογραφηκότων(*) μαρτύρων. Ναβου-
σάμαος Κόνωνος καὶ Ἄκοζζις Σελεύκου, ἀφ-
φότεροι(*) δὲ τῶν ἀπὸ Ὄσσης Κώμης, φάμενοι γε-
5γενῆσθαι αὐτοῖς τὸν συνοικισμὸν ἔτι προτετε-
ρον(*) ἀγράφως, \τέκνα δὲ αὐτοῖς μὴ γένηται,/ δυσαρετῆς(*) δὲ νυνὶ τὴν ἑαυτῶν
συμβίουσιν(*), ἐξωμολογήσατο ἀφείσθασθαι(*) ἀπὸ
ἀλλήλων καὶ διδόναι ἀλλήλοις ἔφεσιν καὶ ἐξουσί-
αν, Ναβουσάμαος μὲν τῇ Ἀκόζζει συνοικεῖν ἑτέ-
10ρῳ ἀνδρὶ ὃ ἂν αὐτὴ αἱρῆται, Ἄκοζζις δὲ τῷ Ναβου-
σαμάῳ γαμεῖν ἄλλην γυναῖ-
καν(*) ὃ ἂν αὐτὸς βού-
ληται, καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐνκαλλέσειν(*)
ἀλλήλοις μήτε τοῦ συνοικυσμοῦ(*) μήτε περὶ τῶν
ὑπαρχόντων δούλων καὶ κτημάτων μήτε παρευ-
15ρεσειν(*)μηδεμιᾷ μήτε περὶ ἄλλου μηδενὸς ἁπ-
λων(*)· ἐὰν δὲ ἐνκαλέσσῃ(*) τις ἐξ αὐτῶν ἢ ἕτερος   ̣κ(*) τοῦ
αὐτοῦ λόγου, τὸ μὲν ἔνκλημα ἢ τὸν ἀθέτησιν εἶναι
ἄκυρον καὶ ἀποτείνειν ἄνευ λόγου καὶ κρύσεως(*)
τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας
20καὶ τῷ φίσκῳ τὰς εἴσας(*), καὶ τὴν συνγραφὴν ταύτην εἶ-
ναι καὶ οὕτως κυρίαν. vac. ?
ext
(hand 1) ἐπὶ ὑπάτων Λουκίου Φαβίου Κύλωνος τὸ β´ καὶ Φλαυίου Ἀννί-
ου Λίβωνος· ἔτους ιβ´τῆς Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπ-
τιμμίου(*) Σεουήρου Περτύνακος(*) Αὐγόστου(*), ι´ δὲ Μάρκου Αὐρηλίου
25Ἀντωνίνου Σεβαστοῦ, ζ´ δὲ Λουκίου Σεπ-
τιμμίου(*) Γαίτα(*) Καίσαρος,
υἱῶν αὐτοῦ Σεβαστῶν, ἡγεμονίας· κατὰ δὲ τὸν πρότερον ἀριθ-
μὸν ιεφ´, μηνὸς Ἀρτεμισίου δ´, ἐν Ὄσσῃ Κώμῃ ἐπὶ τῶν ὑπο-
χυρογραφηκότων(*) μαρτύρων. Ναβουσάμαος Κόνωνος
τοῦ Ἀβισσαίου καὶ Ἄκοζζις Σελεύκου τοῦ Ἀβισσίου, ἀμ-
30φότεροι δὲ τῶν ἀπὸ Ὄσσης Κώμης, φάμενοι γεγενῆσ-
θαι αὐτοῖς τὸν συνοικυσμὸν(*) ἔτι πρότερον ἀγράφως, τέκ-
να δὲ αὐτοῖς μὴ γένηται, δυσαρετῆς(*) δὲ νυνὶ τὴν ἑαυτῶν
σιμβίουσιν(*), ἐξωμολογήσαντο ἀφείσθασθαι(*) ἀπὸ ἀλλήλων
καὶ διδόναι ἀλλήλοις ἔφεσιν καὶ ἐξουσίαν, Ναβουσάμαος
35μὲν τῇ Ἄκοζζις συνοικεῖν ἑτέρῳ ἀνδρὶ ὃ ἂν αὐτὴ αἱρῆ-
ται, Ἄκοζζις δὲ τῷ Ναβουσαμάῳ γαμεῖν ἄλλην γυναῖ-
καν(*)ὃ ἂν αὐτὸς βούληται, καὶ μὴ ἐνκαλεῖν μηδὲ ἐνκα-
λέσσειν(*) ἀλλήλοις μήτε περὶ τοῦ συνοικισμοῦ μήτε πρὸς
κληρονόμων αὐτῶν μήτε πρὸς ἄλλον τινὰ τῶν ἐξ
40ὀνόματος αὐτῶν ἔνγραφον ἐνγράφου ἐνστάντος
ἢ γενομένη τῶν ἀπὸ τῶν ἀνωτέρων χρόνων, κυρίας
μενούσης τῆσδε τῆς ὁμολογίας πανχοῦ(*) προφερομέ-
νης πίστι(*) ἐτερώτησον(*) ἀλλήλοις καὶ ὡμολόγησαν ἀλλή-
λοῖς μήτε παρευ-
15ρεσειν(*) μηδεμιαν(*) μήτε περὶ ἄλλου
45τὸ σύνολον, ἐὰν δὲ ἐνκαλέσσῃ(*) τις ἐξ αὐτῶν τὸ μὲν ἔνκλη-
μα εἶναι ἄκυρον καὶ ἀποτείνειν ἄνευ λόγου καὶ κρύσεως(*)
τῷ μὲν ἑτέρῳ ἐπίτιμον ἀργυρίου δηνάρια τρεισχίλια(*) καὶ
εἰς φύσκον(*) τὰς εἴσας(*), καὶ τὴν συνγραφὴν ταύτην εἶναι
καὶ οὕτως κυρίαν. μάρτυρες· Ζαβεῖνας Ἀδαίου, Ἀβισσαῖ-
50ος Ἀβισσαίου.
(hand 3) Ναβουσάμαος Κόνωνος, ὁ ἐπάνωι(*),
ὁμολογῶι(*) καὶ
εὐδοκῶι(*) κατὰ τὰ προγεγραμμένα.
(hand 4) Βαρναῖος Λυσίου, ἐρωτηθείς, ἔγραψα ὑπὲρ Ἄκοζζις
55μητρός μου, ὁμολογειν(*) δὲ ο(*)ἐπάνω καὶ εὐδο-
κουσα(*).
(hand 5) Ἰούλιος Γερμανός, ὀατρανός(*), μαρτυρῶ.
(hand 6) Ζαβεῖνας Ἀδαίου μαρτυρῶ.
(hand 7) Ἀβισσαῖος Ἀβισσαίου μαρτυρῶι(*).
60(hand 8) ἐκπέπληκται.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar