Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Oxy. XLV 3250 TM Nr. 15914

Freight Contract

Oxyrhynchos ca. 63
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 267; IX, S. 201; XIII, S. 161 BL online
Bemerkungen Vgl. Harrauer, Paläographie, Textband, S. 266f., Nr. 85.
Inhalt Vertrag, Schiffsfracht von Arakos, volle Verantwortung des Schiffers für die Fracht, Vorschriften zur Navigation
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἐναύλωσεν Ἀν[ο]υβᾶς Ἑρμίου τῶν ἀπὸ Ὑφαντῶνος τοῦ Ἑρμοπολείτου
Πέρσης τῆς ἐπ[ι]γ̣ο̣νῆς κυβερνήτης τῆς Μάρκου Κορνηλίου Το-
ρούλλου ἑκατοντάρχου σκάφης ποταμίας ἀγωγῆς ἀρταβῶν
πεντακοσίων Πολυ̣τ̣ί̣μῳ Γαΐου Νορβανοῦ Πτολεμαίου
5τὴν δηλουμένην σκάφην σὺν τῇ ναυτείᾳ, εἰς ἣν καὶ ἐμβαλεῖ-
ται ἀφʼ ὧν ἐὰν αἱρῆται τοῦ Ἑρμοπολείτου νομοῦ ὅρμον(*) ἄρακος
μέτρῳ Ἀθηναίου ἀρτάβας πεντακοσίας καὶ τῶν ἑκατὸν
ἀρταβῶν ἀναυλὶ ἀρτάβας δέκα δύο ἥμισυ , ὥστε ἀποκατασ-
τῆσε(*) εἰς Ἀκανθῶνα καὶ Λιλῆ τοῦ Ὀξυρυγχείτου, ναύλου τοῦ
10διεσταμένου πρὸς ἀλλήλους τῶν ἑκατὸν ἀρταβῶν
ἀργυρίου δραχμῶν εἴκοσι ὀκτό(*) , ὥστʼ εἶναι δραχμὰς ἑκατὸν
τεσσεράκοντα , ἀφʼ ὧν ὁμολογεῖ ὁ Ἀνουβᾶς ἐσχηκέναι παρὰ
τοῦ Πολυτείμου ἐπὶ τῶν τόπων δραχμὰς ἑβδομήκοντα
δύο . τὰς δὲ λοιπὰς τοῦ ναύλου δραχμὰς ἑξήκοντα ὀκτὼ
15ἀποδότω αὐτῷ ἐπὶ τῆς ἐγβολῆς(*) τοῦ ἄρακος. παραστησάτω
οὖν τὴν σκάφην ἑτοίμην πρὸς τὸν ἀνάπλουν τῇ μιᾷ καὶ εἰκά-
δι τοῦ ἐνεστῶτος μηνὸς Σεβαστοῦ, καὶ γενόμενος
ἐπὶ τῶν τοῦ Ἑρμοπολείτου ὅρμων καὶ ἀναλαβὼν καὶ πα-
ραλαβὼν τὸν ἄρακα ἀποπλευσάτω ἀνυπερθέτως
20μετὰ πάσης ἀσφαλείας, ἑαυτῷ παρεχόμενος ἐν τῷ ἀνά-
πλῳ καὶ κατάπλῳ τὴν τῆς σκάφης χορηγίαν πᾶσαν ἐντελῆ
καὶ ναύτας ἱκανούς, καὶ μὴ ἐξέστω αὐτῷ νυγτοπλοεῖν(*) μηδὲ
χειμῶνος ὄντος. ἀνορμίτω(*) καθʼ ἑκάστην ἡμέραν
ἐπὶ τῶν ἀσφαλεστάτων ὅρμων, τῶν διεραμάτων τοῦ
25Ἑρμοπολείτου ὄντων πρὸς τὸν Ἀνουβᾶν, τῶν δὲ τοῦ Ὀξυρυγ-
χείτου ὄντων πρὸς τὸν Πολύτιμον. τὸν δὲ ἄρακα παρα-
δότω τῷ Πολυτίμῳ ἢ τοῖς παρʼ αὐτοῦ ἐπὶ τοῦ τῆς Λιλῆ καὶ
Ἀγανθῶνος ὅρμο(*) μέτρῳ ᾧ ἐὰν παραλάβῃ, τοῦ ἐγβησομέ-
νου(*) ἐκ τῆς κ̣οίλης ὄντος τοῦ Πολυτίμου ἢ ἀποτισάτω
30αὐτῷ τιμὴ[ν] ἑκαστη[ς - ca.25 -]
[- ca.13 -]  ̣  ̣  ̣[- ca.25 -]
-- -- -- -- -- -- -- -- -- --
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar