Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

SPP XX 1 TM Nr. 15005

Titel: keiner

Ptolemais Euergetis (Arsinoites) 83 - 84
Andere Publikationen CPR I 1; M.Chr. 220
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 460/461; XII, S. 274; XIII, S. 251 BL online
Bemerkungen Zum Ort vgl. BL VIII, S. 461. Vgl. Alessandrì, Vendite fiscali I, S. 157-170. Vgl. Harrauer, Paläographie, Textband, S. 273-275, Nr. 90. Zu Z. 23 vgl. P.Tebt. Pad. I 19,6 Anm.
Übersetzungen
verbergenanzeigen
Deutsch:
  • Palme, Die Legionäre des Kaisers (2011), S. 95, Kat.-Nr. 32 (Z. 12-13).
Englisch:
  • Johnson, Roman Egypt (1936), S. 163-165, Nr. 93
Inhalt Vertrag, Kauf, Land, Parachoresis, Bank
Erwähnte Daten
  • Z. 17: 82 - 83
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ἔτου]ς τρίτο[υ Αὐτοκρά]τορος Καίσαρος [Δομιτιανο]ῦ Σε[βαστο]ῦ Γερμανικοῦ μ[ηνὸς - ca.11 -].
[ὁ]μολογ[εῖ Πτολεμαῒς] Πτολεμαίου ὡς ἐ[τῶν τρι]άκ[ο]ντα [ἓ]ξ [μεσ]ηι(*) μελ[ί]χρως ἄση[μος μ]ετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πτολεμαίου τοῦ Ἀπολλωνίου ὡς ἐτῶν τριάκοντα
[μ]έσου μ[ελίχρω οὐλὴ μ]ήλωι δεξιῶι καὶ Μ[ᾶρκ]ος Οὐαλέριος Π[ρ]όκλος ἀπολύσιμος ἀπὸ σ[τ]ρατείας ὡς ἐτῶν [τ]εσσαράκοντα ἑπτὰ μέσος μελίχρως οὐληι(*) γαστροκνημίᾳ δεξιᾷ
Μ̣ά̣ρωνι Μάρων[ος ὡς] ἐτῶν πεντήκοντα μ̣έσωι μελίχρωι οὐληι(*) ὀφρύι ἀριστερᾷ λαιᾷ, ἡ μὲν Πτολεμαῒς παρακεχωρηκέναι τῶι Μάρωνι ὥστε καὶ ἐκγόνοις αὐτοῦ καὶ τοῖς
5παρʼ αὐτῶν εἰς μ[ετεπ]ιγραφὴν ἀπὸ τῆς προ[γ]εγραμμένης ἡμέρα[ς] ἐπὶ τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας αὐτῆι Πτολεμαΐδι ἀγοραστὰς ἐκ προκηρύξεος(*) Κλαυδίου Βλάστου γενομένου
[ἐπιτρόπου] τοῦ κυρίο[υ] Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ πρότ[ερο]ν Πτολεμαίου τοῦ Ἀκουσιλάου γενομένου μισθωτοῦ τινων οὐσιῶν περὶ Ἀρσινόην τῆσἩρα-
[κ]λείδο[υ μερίδος κλήρου] κατοικικοῦ ἀρούρας [τ]ρεῖς ἢ ὅ[σαι ἐὰ]ν ὦσι [καὶ] τὰ συνκοίροντα(*) π[άν]τα ἐν δυσὶ σφραγῖσι ὧν γείτονες καθὼς ὁ παραχωρούμενος Μάρων ὑπηγόρευσεν τῆς
[μ]ὲν π̣ρ̣[ώτης σφραγῖ]δος ἥ ἐστιν ἀρουρῶ[ν δ]ύο νότ[ου] Ἀρήας τῆς Ἥρωνος κλῆρος, βορρᾶ Μύστ[ου Ἥ]ρωνος τοῦ Ἡρῴδου κλῆρος, λιβὸς πεδιακηι(*) ὁδὸς, ἀπηλιώτου διῶρυξ εἰς ἣν ἐκχεῖται
[ὁ] κλῆρος, [τῆς δὲ δευτ]έρας σφραγεῖδος(*) ἥ ἐστιν τῆς λοιπ[ῆς] ἀρούρης μιᾶς νότου πεδιακηι(*) ὁδὸς, βορρᾶ Ἀφ[ρ]οδισίας κλῆρος, λιβὸς διῶρυξ διʼ ἧς ποτίζεται ὁ κλῆρος, ἀπηλιώτου διῶρυξ εἰς
10[ἣν ἐ]κ̣χεῖ[ται ὁ κλῆρος], τὴν δὲ παραχώρησιν πεποιῆσθαι τ[ὴν Π]τολεμαίδα Μάρωνι σὺν τοῖς τοῦ [ἐνεστ]ῶτος ἔτους ἐκφορίοις καὶ σπέρμασι ἀκολούθως τῇ τοῦ γεωργοῦ μισθώσι(*) καὶ ―
[ἐπιτε]τελε[κέναι τὴν] Πτολεμαίδα τὰς εἰς τὸν Μάρωνα [διὰ τ]οῦ κατοικικοῦ λογιστηρίου τῶν παρα[κε]χωρημένων ἀρουρῶν τριῶν οἰκονομίας ὡς καθήκει καὶ ἀπέχειν τὴν αὐτὴν
Πτολεμαΐ[δα παρὰ τοῦ Μ]άρωνος τὸ διεσταμένον παραχ[ωρ]ητικὸν ἀργυρικὸν κεφάλαιον ἀργυρίο[υ] δραχμὰς ἐνακοσίας ἀφʼ ὧν παρὰ μὲν τοῦ Μάρκου Οὐαλερίου Πρόκλου ἐκ τοῦ
[τοῦ] Μάρω[νος λόγου] κατὰ χειρόγραφον καὶ κατὰ διαγρ[αφὴν] τῆς Ἡρακλείδου κολλυβιστικῆς τραπέζ[ης] Ταμείω(ν) ἀργυρίου δραχμὰς πεντακοσίας , [τὰς] δὲ λοιπὰς ἀργυρίου δραχμὰς
[τε]τρακοσία[ς   ̣  ̣  ̣  ̣  ̣]ει [δι]ὰ τῆς Ἰσιδώρου τραπέζης Τεμ[  ̣  ̣  ̣  ̣]σ̣[  ̣]  ̣β̣ο̣λ̣αιων καὶ βεβαιώσειν αὐτή[ν] τε Πτολεμαίδα καὶ τοὺς παρʼ αὐτῆς τῶι Μάρωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰ παρακεχω-
15ρ[η]μένα κ[αθὼς πρ]όκιται πάσῃ βεβαιώσει ἃ καὶ παρ[έξεσθαι] ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνιστα(*) καὶ καθαρὰ ἀπὸ παντὸς ὀφειλήματος ἀπὸ μὲν δημοσίων τελεσμάτων
π[ά]ντων καὶ [ἐπιγραφῶν πα]σῶν καὶ ἀρταβίων [κα]ὶ ναυβίων καὶ [ἀ]ριθμητικῶν καὶ ἐπιβολῆς κώμης καὶ κατακριμάτων πάντων καὶ παντὸς εἴδους ἀπὸ τῶν ἔνπροσθεν χρόνω̣ν̣ μέχρι τοῦ
δι[εληλυ]θότος δ[ευτέρου ἔ]τους καὶ αὐτοῦ τοῦ δευτέρου ἔτους Αὐτοκράτ[ο]ρος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ
μηδένα κωλοίοντα(*) [Μάρ]ωνα μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας αὐτῶν καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφερομένους καὶ εἰσοδεύοντας καὶ ἐξοδεύοντας καὶ ποτίζοντας καὶ ἐκχέον-
[τας] διά τ̣ε̣ τ̣ῶ̣ν̣ πρό[τερον ὄ]ντων ῥείθρων καὶ ὑδραγωγῶν καὶ ὁδῶν καθὼς ἄνωθεν εἴθι̣στο καὶ μεσειτεύοντας(*) καὶ παραχωροῦντας ἑτέροις καὶ διοικοῦντας περὶ αὐτ̣ῶν ὡς ἐὰν
20[αἱρῶ]νται καὶ πρ[ὸς τὸν λοιπὸν χρόνον μη]δ̣[ὲ] τὴν Πτολεμαίδα μηδὲ τοὺς παρʼ αὐτῆς [ἐν]καλεῖν μήδε διαμφισβητήσειν μήδʼ ἐπελεύσεσθαι τρόπωι μηδενί· ὅ τι δʼ ἂν τούτων παραβῆι
[ἡ Πτολεμ]αΐς, ἀποτισ[άτω Μάρωνι παρ]αχρῆμα ὅ τε εἴληφεν παραχωρητικὸν ἀργυρ[ι]κὸν κεφάλαιον μεθʼ ἡμιολίας καὶ τὰ βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμον ἄλλας ἀργυρίου
[δραχ]μὰς πεντακο[σίας καὶ εἰς τ]ὸ δημόσιον [τὰ]ς ἴσας καὶ μηδὲν ἧσσον ἥ τε ὁμολογία ἥδε καὶ αἱ γεγονυῖαι διὰ τῶν καταλοχισμῶν οἰκονομίαι κύριαι ἔστωσαν ἐπὶ τὸν ἅπαντα χρόνον
[διην]εχηι· ὁ δὲ Μᾶρ[κος Οὐαλέρ]ιος Πρόκλος εὐδοκεῖν τῇ παραχωρήσει καὶ μὴ ἐπελεύσεσθαι τρόπωι μηδενί. ὑπογρ(αφεὺς) [τ]οῦ Μάρωνος Ἀκουτίων Ἀκουσιλάου ὡς ἐτῶν τριάκοντα πέντε οὐληι(*) ἀντιχειρί[αι ἀρι]στερᾶι.
(hand 2) [Πτολεμ]αὶς Πτολεμα[ίου με]τὰ κυρίου τοῦ ἀνδρὸς Πτολεμαίου τοῦ Ἀπολλωνίου ὁμολογῶι(*) παρακεχωρηκέναι Μαρων(*) Μάρωνος ἐπὶ τὸν ἅπαντα χρόνον [τὰς] ὑπαρχού-
25[σας μοι] ἀγοραστὰς [ἐκ προ]κηρύξεως [Τι]βερίου Κλαυδίου Βλάστου γενο[μέ]νου ἐπιτρόπου τοῦ κυρίου Αὐτοκράτορος Καίσαρος Δομετιανοῦ(*) Σεβαστοῦ Γερμανικοῦ πρότε-
[ρον Πτολ]εμαίου τοῦ Ἀκουσιλάου γενα[μέ]νου μισθωτοῦ τινων οὐσιῶν περὶ Ἀρσινόην τῆς Ἡρακλείδου μερίδος κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι
[καὶ τὰ σ]υνκύροντα πάντα ἐν δυσὶ σφραγ[ῖσ]ι ὧν αἱ γειτνίαι καθὼς ὁ παραχωρούμενος Μάρων ὑπηγόρευσε πρόκινται καὶ ἐπιτετέλεκα τὰς διὰ τοῦ κατοικιουκοῦ(*)
[λο]γιστηρίου οἰκονομιαν(*) ὡς [καθή]κει σὺν τοῖς τοῦ ἐνεστῶτος τρίτου ἔτους ἐκφορίοις καὶ σπέρμασι ἀκολούθως τῇ τοῦ γεωργοῦ μισθώσει καὶ ἀπέχειν παρὰ τοῦ Μάρ-
[ω]ν[ο]ς τὸ πα[ραχ]ωρητικὸν κεφάλαιον ἀργυρίου δραχμὰς ἐνακοσίας ἀφʼ ὧν παρὰ μὲν τοῦ Μάρκου ἐκ τοῦ τοῦ Μάρωνος λόγου κατὰ χειρόγραφον καὶ διαγρα-
30[φ]ὴν δ[ιὰ] τῆς Ἡ[ρακ]λείδου τραπέζης Ταμείων δραχμὰς πεντακοσίας , τὰς δὲ λοιπὰς ἀργυρου(*) δραχμὰς τετρακοσίας διὰ τῆς Εἰσιδώρου τραπέζης   ̣εμενους
[  ̣  ̣  ̣  ̣  ̣]λ̣αιου καὶ [παρέξεσθαι βέβαια ἐν πάσῃ κρίσ]ει καὶ καθαρὰ ἀ[πὸ] δημοσίων τελεσμάτων καὶ ἐπι[γρ]αφῶν πασῶν καὶ ἀρταβίων καὶ ναυβίων καὶ ἀριθμητικοῦ
[κ]α̣ὶ̣ ἐπ̣[ιβ]ολῆς κ[ώμης καὶ κατακριμάτ]ων πάντων καὶ [πα]ντὸς εἴδους ἀπὸ τῶν ἔνπροσθεν χρόν[ω]ν μέχρι τοῦ διεληλυθότος δευτέρου ἔτους καὶ αὐτοῦ τοῦ δευτέρου
[ἐ]του(*) Δ[ο]μετια[ν]οῦ(*) [τοῦ κυρίου ἀπό τε ἰδι]ωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται· Πτολεμαῖος ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου βραδέα
[γ]ραφούσης. (hand 3) Πτο[λεμαῒς Πτολε]μαίου παρακεχωρηκας(*) τὰς τοῦ κλήρου ἀλούρας(*) τρῖς(*) καὶ ἀπέχω τὴν
35[τι]μὴν ἀργυ[ρίου δραχμὰς] ἐνακωσίας(*) καθὼς πρόκιτε(*) κὲ(*) βεβεώσω(*). (hand 4) Μᾶρκος Οὐαλέρις
[Πρόκλος εὐδ]οκῶ ἐπὶ πᾶσι τοῖς προκιμένοις. (hand 5) Μάρων Μάρωνος
παρακεχ[ώρημαι τὰς τοῦ κλήρου κατοικ]ικοῦ ἀρούρ(ας) τρεῖς [πρὸς τὰ]ς ἀργ(υρίου) (δραχμὰς) ἐνακοσίας καθὼς πρόκι[ται] ἔγραψα ὑπὲρ αὐτοῦ Ἀκουτίων Ἀκουσιλάου μὴ εἰδ(ότος) γράμμα(τα).
(hand 6) [ -ca.?- ] ἀναγέγρ(απται) δ[ιὰ το]ῦ ἐν (Πτολεμαίδι) Ε̣ὐ̣ε̣ρ̣(γέτιδι) γρ(αφείου).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar