Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ζήνωνι χαίρειν Θέων [ὁ συσ]ταθεὶ[ς ὑπʼ] Ἐφαρμόστου τοῦ μακα-
ρίτου. τὰ μὲν ἄλλα χάριν ἔχω πάσης πολυωρίας παρὰ σοῦ τυγ-
χάνων, ἀξιῶ δέ σε, εἰ καί σοι φαίνομαι μέτρια λέγειν, τάξαι μ̣ε̣
ἐπί τινος, ὅπως ἄν σοι χρείας παρέχωμαι ὑπουργῶν ἀμέμπτως
5τὸ προστασσόμενον, ἵνα ἐγώ τε τὰ̣ παρὰ σοῦ διδόμενα λαμ-
βάνω δικαιότερον, σύ τε ἥδιον διδῶις ποιοῦντός τι ἐμοῦ πλέον σοι.
εἰ δʼ ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἄγειν κελεύεις, τὸμ(*) μὲν καιρὸν αὐτὸς
εἰδήσεις, ἐμοὶ δὲ καλῶς ἂν ποιήσαις συντάξας ὅπως ἂν παρα-
δειχθῆι μεθʼ ὧν οἰκίαν τε ἕξω καὶ τὰ λοιπὰ δέοντα, ἵνα μὴ πρεσ-
10βύτερος ὢν ῥέμβωμαι. πρὸς ἕτερον γὰρ οὐθένα καταφυ-
γεῖν ἐστί μοι καλῶς ἐχον, ἐξ ἀρχῆς σοι \μου/ συσταθέντος.