Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Τιβερίωι Κλαυδίωι Βαλβίλλωι
παρὰ Νεμεσίωνος \πράκτορος λαογραφ(ίας) Φειλ(αδελφείας)/ καὶ Χαριδήμου \πράκτορος λαογρ(αφίας) Βακχ(ιάδος)/ καὶ
Σαμβᾶτος \πράκτορος λαογρ(αφίας) Νέσ̣τ̣ο̣(υ) ἐποικί(ου)/ καὶ Πανεφρέμμιος \πράκτορος/
3/4\Σοκνοπαίο(υ)/
\Νή(σου)/ καὶ Ἰσχυρίωνος \πράκτορος λαογρ(αφίας) Φειλοπατόρα̣ς̣/ καὶ Πτολεμαίου \πράκτορος λαογρ(αφίας) Ἱερᾶς Νήσου/, τῶν ἓξ πρακτό-
5ρων ⟦λαογραφίας τινῶν⟧ \τῶν προκειμένων/ κωμῶν τῆς
Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ·
ἀπὸ τῶν ἔμπροσθεν πολυανδρούντων
ἐν ταῖς προκειμέναις κώμαις νυνεὶ(*) κα-
τήντησαν εἰς ὀλίγους διὰ τὸ τοὺς μὲν
10ἀνακεχωρηκέναι ἀπόρους, τοὺς δὲ τετε-
λευτηκέ[ναι] μὴ ἔχοντας ἀγχιστεῖς καὶ διὰ
τοῦτο κ[ιν]δυνεύειν ἡμᾶς διʼ ἀσθένειαν
προλιπε[ῖν] τὴν πρακτορείαν· ὧν χάριν
ἐπὶ σὲ κατ[α]ντήσαντες ⟦πρὸς τὸ μὴ προλι⟧-
15⟦πεῖν τῆν [π]ρακτορείαν⟧ ἀξιοῦμέν σε, τὸν
πάντων σωτῆρα καὶ εὐεργέτην, ἐὰν φαί-
νηται, γράψαι τῶι τοῦ νομοῦ στρατηγῶι
Ἀσινιανῶι ἀπαρανοχλήτους ἡμᾶς φυλάξαι
[κα]ὶ ἐπισχεῖν μέχρι τῆς σῆς διαγνώσε-
20ως ἐπὶ διαλογισμοῦ τοῦ νομοῦ \ἄνω/, ἵνʼ ὦμεν εὐεργετ(ημένοι).
διευτύχει.