Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(*) [- ca.40 - Φαῶφ]ι κα ἐν Πτολ[εμαίδι Εὐ-]
[εργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ἐδάνεισεν Β]ο̣υ̣ταρᾶς Νικολάου ὡς ἐτῶν τρι[ά-]
[κοντα] [- ca.30 - π]ρ̣ό̣σωπος εὐθύριν οὐλὴ ἀντικνημ̣ί̣ω̣ι̣
[- ca.20 - Μαρεπκαίμει Ψοίφιος ὡς] ἐτῶν εἰκοσιεπτὰ μελίχρωι
5 [ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ οὐλὴ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ δ]εξιᾷ καὶ Ψενκήβι Πετοσίριος ὡς ἐτῶν [ ̣ ̣]
[- ca.25 -] μακροπροσώπωι εὐθύρινι ἀναφαλά[ντωι]
[οὐλὴ - ca.10 - τοῖς δυσὶ Πέρσαις] τῆς ἐπιγονῆς, καὶ ταῖς τούτων γυναιξί,
[τοῦ μὲν Μαρεπκαίμιος, οὔσῃ καὶ τοῦ Ψενκ]ήβιος θυγατρί, Τετοσείρι ὡς ἐτ[ῶν ̣ ̣]
[- ca.30 - προ]σώπωι εὐθύρινι οὐλὴ ὑπὸ [ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]
10 [- ca.25 - τοῦ δὲ Ψενκ]η̣β̣ι̣ς̣(*) Ταμαρρῆι Μαρεψήμιος ὡς̣ ἐ̣[τῶν]
[- ca.25 - μ]έσῃ μελιχρόωι μακροπροσώπω[ι - ca.10 -]
[ -ca.?- ] ταῖς δυσὶ Περσείναις(*), μετὰ κυρίου ἑκ[ατέρᾳ]
[τοῦ ἑαυτῆς ἀνδρός, τοῖς δʼ ἀλλήλων] ἐγγύοις εἰς ἔκτεισιν(*), ἀργυρίου σ[εβαστοῦ(?)]
[- ca.25 - νο]μίσματος κεφαλαίου δραχμὰς ἐνενή[κοντα] ,
15 [ἃς ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ἔσχον οἱ τέσσαρ]ες παρὰ τοῦ Βουταράου διὰ τῆς Ἡρακλεί-
[ ̣ ̣ ̣ ̣ ̣ τραπέζης ̣ ̣ ̣ ̣ ̣ ̣ ̣]υ τόκου ὡς ἐγ(*) δραχμῆς μιᾶς
[τῇ μνᾷ κατὰ μῆνα ἕκαστον.] τὸ δὲ δάνειον τοῦτο τὰ[ς ἀργυρίου σεβ]αστοῦ
δραχμὰ[ς ἐνενήκοντα ] καὶ τοὺς τόκους ἀποδότωσαν οἱ δ[εδανεισμένοι]
τ[ῶι] Βουτ̣α̣ρ̣[άωι ἐν μηνὶ Μ]εχεὶρ τοῦ ἰσιόντος(*) τρίτου ἔτους Τιβερί[ου Κλαυδίου]
20 Καίσαρος Σεβαστοῦ Γερ[μανικοῦ Αὐ]τοκράτορος· ἐὰν δὲ μὴ ἀποδῶσι κ[αθὰ γέγραπται,]
[ἀποτισ]άτωσαν οἱ δεδ[ανεισμένοι τ]ῶ̣ι̣ Βουταράωι παραχρῆμα τὸ μὲν δ[άνειον]
ἡμ[ιόλιον τοὺς δὲ τόκους ἁπλοῦς,] τῆς πράξεως τῶι Βουταράωι οὔσης [περὶ(?)]
τῶ[ν κα]τὰ τὸ δάνειον ἐκ [τῶν δε]δ̣α̣ν̣ι̣σ̣μ̣έ̣[νων](*) [καὶ ἐ]ξ οὗ ἐὰν αὐτῶν αἱρῆται
καὶ ἐ[κ] τῶν ὑπαρχόντων αὐ[τοῖς π]άντων καθάπερ ἐγ(*) δίκης, κ̣[ατὰ] μηδὲν τοῦ
25 Βουταράου ἐλαττουμένου ὑπὲρ οὗ ἡ Ταμαρρῆς προτετρόφευκεν αὐ[τ]ῶ̣ι̣ δ[ο]υ[λικοῦ]
ἐγγόνου καὶ ἡ δὲ Τετοσῖρις [ν]υνεὶ(*) τροφεύει δουλικοῦ ἐγγόνου, ἑκάσ[τ]η μετ’ ἐγ-
γ[ύ]ου τοῦ ἀνδρὸς καὶ ἡ δὲ Τετοσεῖρις τῶν γονέων, ἀκολούθως τ[οῖς] περὶ τούτων
[τροφίμοις. ὑπογραφ]εὺς τῶν δεδανεισμένων Ὧρος Ἁρψήμιος ὡς ἐ-
τ[ῶν] πεντήκοντα μέσο[ς μ]ε̣λ̣ί̣χ̣ρ̣ω̣ς̣ ̣ ̣ ̣[- ca.10 -] ̣ ̣ ̣ ̣ ἡ δὲ γραφὴ κυρία.
30 (hand 2) Μαρεπκαῖμις Ψοίφι[ος] καὶ [Ψ]ενκῆβις Πετοσείριος, [οἱ δύο Πέρ]σ̣α̣ι̣ τ̣ῆ̣ς̣
ἐπιγονῆς, καὶ αἱ γυναῖκος(*) ἡμῶν Τετοσεῖρις καὶ Ταμαρρῆς,
αἱ δύο Περσεῖναι(*), μετ[ὰ κυ]ρ[ίο]υ̣ ἑκάστη τοῦ ἀνδρός, οἱ τέσσαρες
ἀλλήλων ἔγγυοι εἰ[ς ἔ]κτεισιν(*), δεδανείσμεθα παρὰ τοῦ Βουτα-
ράου τὰς ἀργυρ[ίου σεβαστο]ῦ δραχμὰς ἐνενήκοντα
35 ἐξακλουθο[υν](*) πᾶσι τ[οῖς] προκειμένοις, χωρὶς τῶν προκεμένων(*)
τροφίμων. ἔγραψεν ὑπὲρ αὐτῶν Ὧρος Ἁρψήμιος διὰ τὸ μὴ εἰδέ-
ναι αὐτοὺς γράμματα. (hand 3) Βουταρᾶς Νικολάου δεδάνικα(*) καθὼς πρόκειται.
(hand 4) ἐντ(έτακται) Φ̣α̣ῶ̣(φι) κα.
ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορ̣ο̣ς̣ Φαῶ(φι) ̣ ̣ ̣ ̣
40 (hand 3) Βουτάραος Νικολάου ἀναδέδωκα τὸ προκείμενον δάνειον
εἰς ἀθέτησιν καὶ ἀκύρωσιν, κατὰ μηδὲν ἐμοῦ ἐλαττουμένου
ὑπὲρ [ὧν] ἔχω τροφίμων δύο καθὼς πρόκειται. (ἔτους) δ Τιβερίου
Κλαυδίου Καίσαρος Σεβαστοῦ [Γερμα]νικοῦ Αὐτοκράτορος, μηνὸς Καισαρείου ἐπαγομένων ε.