Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ctr
παρέξεσθαι ἐμαυτὸν ἐφʼ(*) ἔτηι(*) δύο ἀπὸ τοῦ προκειμένου
χρόνου διατρίβωντα(*) καὶ ποιοῦντα πάντα τὰ [ἐπ]ιτασσό-
μενα καὶ ὑφαινων(*) οὓ(*) ἂν βούληται ὁ προγεγραμμένος
5Ἥρων Ἁρυώτου καθʼ ἡμέραν ἑκάστην· ἀνθ̣ʼ ὧν καὶ αὐτὸς
ὁ Ἥρων διαγράψι(*) ὑπὲρ ἐμοῦ ἐπὶ τὸν προκίμενον χρόνο-
ν ὡσαύτος(*) τὴν ὑπὲρ ἐμοῦ ἐπὶ κόμης(*) Τεβτύνεως λαικὴν
σύνταξιν καὶ γερδιακὸν τὸ ὑπὲρ ἐμοῦ τέλεσμα καὶ δα-
πάνην καὶ ἐπιτρίτου καὶ χωματήας(*) ἔργων καὶ βαλανευτικὸ[ν]
10τέλαισμα(*) καὶ κρήνης, καὶ εἰς λόγον μετρήματος ἐπὶ τὸν αὐ-
τὸν προκίμενον χρόνον κατὰ μῆνα ἕκαστον πυρο̣ῦ̣ ἀρτάβην
μίαν μέτρῳ τετραχοινίκωι Τεβτύνεως, καὶ εἰς λόγον εἱμα-
τισμοῦ(*) καὶ ἐλαίου καθʼ(*) ἔτος ἀργυρίου δραχμὰς ἰκοσιοκτώι(*) .
οὐ γινόμενος δὲ ἀφήμερος ἀπὸ τῶν τοῦ Ἥρωνος, ἀλλὰ καὶ συνα-
15κλουθῶν(*) αὐτῷ πανταχῆι κατὰ τὸν νόμον· ἧς δὲ ἡμέρας
ἧς ἂν μὴ παραμείνωι(*), ἐκτίσω τῷ Ἥρωνι ἀργυρίου δραχμὰς
δύο · κ̣α̣ὶ̣ ἕκαστα ποήσωι(*) καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτοῦ
Σ̣αρ̣α̣π̣ίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.
(hand 2) Ἥρων Ἁρυώτου γέγο̣ν̣αι(*) εἴς μαι(*) ἡ ὁμολογία καθὼς
20πρόκιται.