Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[- ca.27 - τῷ] κυρίῳ ἡγεμόνι
[παρὰ - ca.13 - σ̣τ̣ο̣λ̣ι̣σ̣τ̣ο̣ῦ̣ Κρό]ν̣ου καὶ τῶν λοιπῶν ἱερέων παραδοχίμων ὄν-
[των τοῦ Σοκνεβτύνεως τοῦ καὶ Κρόνου κα]ὶ Ἴσιδος καὶ Σαράπιδος κ[α]ὶ Ἁρποχράτου καὶ τῶν
[συννάων θεῶν ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ] Τεβτύνι τῆς Π[ολ]έμωνος μερίδος
5[τοῦ Ἀρσινοίτου νομοῦ. τυγχάνομεν μερισθ]έ̣ν̣τες ἐκ τοῦ δημοσ[ί]ου ἀντὶ συντάξεως
[περὶ τὴν αὐτὴν κώμην Τεβτῦνιν ̣ ̣ ̣ ̣ ̣ ̣] σιτικὰς ἀρούρας φ δ´ τὸ πρότερον τῶν προκι-
[μένων θεῶν ἀναληφθίσας δὲ ὑπὸ Πετρωνίου] τοῦ ἡγεμονεύσαντος εἰς βασιλικὴν γῆν καὶ
[ἔκτοτε - ca.23 - πρ]ώτως δὲ τῷ ἐνεστῶτι δ (ἔτει) Οὐεσπασιανοῦ
[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ὁ κωμογραμματεὺς ἠξίωσε]ν̣ διὰ ἀναφορίου προσθεῖναι εἰς τὸ εἰσιὸν ε (ἔτος)
10[- ca.11 - ἐξ ὑπερβολίου τοῖς προκιμέν]ο̣[ι]ς ἐδάφεσι ἡμῶν κριθῆς ἀρτάβας διακοσίας ,
[ἢ - ca.10 - ἡμεῖς δὲ ἐνετύχομέν σοι περὶ] τ̣ούτων, σοῦ τε τοῦ κυρίου γράψαντος αὐτῶι
[ὅτι εἰ ὁ Πετρώνιος ἡμῖν τὰς ἀρούρας ἀντὶ σ]υντάξεως ἐμέρισεν καὶ ἔκτοτε μέχρι τοῦ
[νῦν χρόνου ἐκτελοῦμεν τὰς καθηκούσας ἐν τοῖ]ς ἱεροῖς τῶν θεῶν λειτουργίας, ἄδικόν
[ἐστιν ἡμᾶς ἀπαιτεῖσθαι - ca.12 - ἐξ ὑ]περβολίου κριθῆς ἀρτάβας διακοσίας ἢ ἀφαιρε-
15[θῆναι - ca.12 - τοῦ δὲ κωμογραμματέ]ω̣ς ἀντιφωνήσαντός σοι εὑρηκέναι μὲν ἔκ
[τινων βιβλίων σ]ωζομένω[ν ἐν τῷ ἱερῷ] διʼ ἡμῶν τῶν ἱερέων ἀναγ[ρ]αφομένας τὰς ἀρούρας διὰ σπόρου
[τοῦ ̣ ̣ (ἔτους) κ̣α̣ὶ̣] νενεμῆσθ[αι] ταύτας [κατὰ] διαδοχὴν τῶν γονέων καὶ γεωργεῖν ἀπὸ τῶν Πετρωνίου
[χρόνων ἐπὶ ̣ ̣ ̣ ̣ οι]ς ἐκφορίοις [τ]οσούτων ἐτῶν ἱερέων ἡμῶν ὄντων νομῆι διὰ τὸ μὴ ἐκ τοῦ
[δημοσίου σύντα]ξιν ἡμᾶς [λ]αμβάνειν, ἄλλως δὲ καὶ διʼ ὧν καταχωρίζομεν λόγων καθʼ ἔτος
20[τῷ στρατηγῷ ὑπὸ τ]ῶν ἱερέων γεωργεῖσθαι τὰ ἐδάφη ταῦτα. ἔτι δὲ καὶ ἐν ᾧ κατεχωρίσαμεν ἐπὶ τῶν
20aσοῦ δὲ τω(*) κυρίω(*) γράψαντος αὐτῷ δίμηνον ἡμῖν συνεχώρησε ὅπως ἐνένκωμεν(*)
[τόπων - ca.13 -]ρ̣η̣ς̣[ ̣ ̣ ̣ ̣ ἱ]ερευ[τι]κῷ λόγῳ πρὸς διάκρισιν ἐδηλώσαμεν τὴν τῶν προ-
[κειμένων ἐδαφῶν γεωργίαν ἡμῖν ἀναγράφ]εσθαι ἀπὸ τῶν προγεγραμμένων χρόνων, ὃς λόγος
[σώζεται ἐν τοῖς βιβλίοις- ca.25 -] ̣ π̣ρ̣[οκατ]ακεχωρισμένοις τὰ καθήκοντα λο-
[γιστήρια τῷ δὲ μα (ἔτει) θεοῦ Καίσαρος ἀξιωσάν]των τινῶν ἐκ τοῦ ἱεροῦ νόθων γεωργῆσαι τὰς ἀρού-
25[ρας ἐπὶ - ca.23 -] γενομέν[ο]υ ἐπιστρατήγου τῶν Ἑπτὰ νομῶν καὶ
[Ἀρσινοίτου - ca.12 - ἐν τῷ αὐτῷ] μα (ἔτει) ὣς(*) καὶ ἡμεῖν(*) τοῖς νομίμοις ἱερεῦσι ἐτήρησεν
[τὰς ἀρούρας - ca.14 - ἀκολο]ύθως οἷς ἔχομεν ὑπομνηματισμοῖς. διὸ ἀξιοῦμέν σε
[βεβαιῶσαι ἡμῖν τὴν γῆν τὴν ἀντὶ συ]ντάξεως ἡμεῖν(*) ἐκ διαδοχῆς <τῶν> γονέων τετηρημένην
[- ca.18 - ἐκ πολλοῦ χρό]ν̣ου αὐτουργούντων ἡμῶν σὺν γυναιξὶ καὶ τέκνοις
30[ὅπως δυνώμεθα - ca.17 -]η̣ναι ἐκτελοῦντες τὰς τῶν θεῶν λειτουργίας καὶ ὑπηρεσίας
[ὥστε μηδένα - ca.16 - τῶ]ν ἱερατικῶν ἐδαφῶν ἀντιποιεῖσθαι, ἵνʼ ὦμεν εὐεργετημένοι.
διευτύχει.