Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[Σεβασ]τοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ἀπελλαίου Φαῶφι κϛ, ἐν Πτο-
[λεμαΐδι Ε]ὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἡρακλοῦς Ἀμμωνί[ο]υ
[ὡς ἐτῶν ἑ]ξήκοντα ἓξ οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ υἱοῦ Σαβεί-
5[νου Διδᾶ] ὡ̣ς ἐτῶν τεσσαράκοντα τριῶν οὐλὴ μετώπῳ μέσῳ
[Τασου]χαρίῳ Πετερμούθεως τοῦ Ποσειδωνίου ὡς ἐτῶν ἑξήκοντα
[οὐλὴ] γενείῳ μέσ[ῳ] καὶ φακὸς παρὰ ῥινὶ ἐξ ἀριστερῶν μετὰ κυρίου
[τοῦ υἱοῦ] Ἰσιδώρου τοῦ Ἀσκληπιάδου ὡς ἐτῶν εἴκοσι ὀκτὼ οὐληι(*)
[ ̣ ̣ ̣ ̣ ̣] ἐξ ἀριστερῶν ἀπέχειν τὴν Ἡρακλοῦν παρὰ τῆς Τασουχαρίου
10[διὰ τῆς Ἁρ]ποχρατίωνος τραπέζης Ταμείων ἀργυρίου δραχμὰς χειλίας(*)
[ἑξακοσί]ας δεκάδυο ἃς ὤφειλεν αὐτῇ ἡ Τασουχάριον κατὰ δάνειον
[τελειω]θὲν διὰ τοῦ αὐτ[ο]ῦ γραφείου καὶ διεγβολὴν(*) τῆς Σαραπίωνος τραπέζ(ης)
[ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣ πρώ[τ]ῳ̣ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείῳ
[ ̣ ̣ ̣ ̣ κ]αὶ εἰκάδι, [ἃ] καὶ ἀναδεδόσθαι αὐτῇ εἰς ἀθέτησιν καὶ ἀκύρωσιν
15[καὶ μὴ] ἐπελεύσ[εσθ]αι μήτε αὐτὴν Ἡρακλοῦν μηδὲ τοὺς παρʼ αὐτῆς
[ἐπὶ τὴν] Τασουχάρ[ιον] μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῆς μήτε περὶ ὧν ἀπέχει
[ὡς π]ρόκειται [ἀρ]γυρίου δραχμῶν χειλίων(*) ἑ̣ξακοσίων δεκάδυο
[μηδὲ] περὶ τόκων αὐτῶν διὰ τὸ καὶ τούτους αὐτὴν ἀπεσχηκέναι
[μηδὲ π]ερὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος μηδὲ ὀφειλήματος μηδὲ
20[μηδενὸ]ς τῷ καθόλου ἐνγράπτου μηδὲ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνω(ν)
[μέχρι] τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί· καὶ συνχωρεῖ ἡ Ἡρακλοῦς
[ἄκυρο]ν εἶναι κατὰ πάντα τρόπον ἣν πεποίηται ἡ Τασουχάρι[ο]ν διὰ τῆς
[τῶν ἐ]νκτήσ[ε]ων [β]ιβλι[ο]θήκης ἑκ[ο]ύσιον κατ[ο]χὴν τοῦ ὀνόματος
[αὐτῆς] εἰς τὸν [τ]ῆ̣[ς Ἡ]ρακλοῦτος λόγον, ὅπερ καὶ τῆς κατοχῆς ὑπόμνημα
25[ἀναδε]δόσθαι αὐτῇ ὁμοίως εἰς ἀκύρωσιν. τὰ προγεγραμμένα κύρια. (hand 2) Ἡρακλοῦς
[Ἀμμ]ω̣νίου μετὰ κυρίου τοῦ υἱοῦ Σαβίνου τοῦ Διδᾶ ἀπέχω παρὰ
[τῆς] Τασουχαρίου διὰ τῆς Ἁρποχρατίωνος τραπέζης Ταμίων
[τὰς] τοῦ ἀργυρίου δραχμὰς χιλίας ἑξακοσίας δεκάδυο
[ἃς ὤφ]ιλέ(*) μοι κατὰ τὸ δηλούμενον δάνιον(*) καὶ διεκ-
30[βολήν,] ἃ καὶ ἀναδέδωκα εἰς ἀκύροσιν(*) καὶ οὐκ ἐπελεύσομαι
[οὔτε π]ερὶ ὧν ἀπέχω οὔτε περὶ τόκων αὐτῶν οὔτε περὶ ἄλ-
[λου οὐ]δενὸς ἁπλῶς ἐνγράπτου ὀδὲ(*) ἀγράφου μέχρι τῆς ἐνεσ-
[τώση]ς ἡμέρας τρόπο(*) μηδενί, καὶ συνχορο(*) ἄκυρον εἶναι ἣν
[πεποί]ηται ἡ Τασουχάριον κατοχὴν τοῦ ὀνόματος αὐτῆς
35[καθὼ]ς πρόκιται. Σαβῖνος <ἔγραψα> καὶ ὑπὲρ τῆς μητρός μου μὴ εἰδύης(*)
[γραμ]μα(*). (hand 3) Τασουχάριον Πετερμούθεω(ς) μετὰ κυρίου τοῦ υἱοῦ Ἰσιδώρου το(ῦ) Ἀσκληπ(ιάδου),
[γέγο(νεν) εἴς] με ἡ ἀποχὴ καθὼς πρόκιται. Ἰσίδωρος ἔγραψα καὶ ὑπὲρ τῆς μητρός μο(υ) μὴ εἰδυίη(ς) γράμματ(α).
[(ἔτους) ιϛ] μη(νὸς) Φαῶφι β.