Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[ἀφήλ(ικι)] διʼ ἐπιτρόπου Ε̣ ̣ ̣ ̣ο̣υ γ̣[ε]γ̣υ̣μ(νασιαρχηκότος), ἐπικριταῖς
[παρὰ] Ὡρίω[ν]ος τοῦ [Ἡρ]ακλείδου τοῦ Ἡρακλείδου μητρὸς Λυκαροῦτος τῆς Ἡρακλείδου
[δο]ύλου Ἰσχ[υρί]ων[ο]ς τ̣ο̣ῦ̣ Π̣ά̣π̣ου τῶν ἀπὸ τῆς μητροπ(όλεως) ἀναγραφομένω(ν) ἐπʼ ἀμφόδο(υ) Βιθ(υνῶν) Ἄλλω(ν) Τόπ(ων).
5[τοῦ ὁ]μοπα[τρί]ου καὶ ὁμομητρίου μου ἀδελφο(ῦ) Ἡρακλείδου προσβάντος εἰς (τεσσαρακαιδεκαετεῖς) τῶι
[ἐνεσ]τῶτι [ιη] (ἔτει) Ἁδ[ρι]ανοῦ Καίσαρος τοῦ [κυρίο]υ καὶ ὀφείλοντος ἐπικριθῆναι κατὰ τὰ
[κελε]υσθέν[τα ὑπ]έ̣τ̣α̣ξα τὰ τῶν γονέ[ων] ἡμῶν δίκαια· ὁ μὲν οὖν προγεγραμμέ(νος)
[ἡμῶν] πατ[ὴρ Ἡρ]α̣κλείδης Ἡρακ[λ]είδου το[ῦ Ἡ]ρακλείδου μητρὸ(ς) Τασουχαρίο(υ) ἀδελφῆς πατρ[ὸ(ς)]
[ἀπεγ]ρ̣ά̣ψα̣[το τῶι] η̣ [(ἔτει)] θεοῦ Οὐεσ[πασιανοῦ] ἅμα τοῖς γονεῦ[σι] ἐπʼ ἀμφόδο(υ) Κιλ[ίκω]ν, τῶι δὲ θ (ἔτει) Δομιτιανοῦ
10[καὶ τ]ῶ̣ι̣ [ζ (ἔτει) θεοῦ Τραιανοῦ ὁμ]οίως ἀ[πεγ]ρ̣[ά]ψ̣α̣[το] ἅμα [το]ῖς γονεῦσι [ἐπʼ ἀμ]φόδ(ου) Βιθυνῶ(ν) Ἄλλω(ν) Τόπ(ων)
[συναπογραψά]μ̣ε̣ν̣[ος] ὁ̣μ̣οῦ καὶ [τ]ὴν γυναῖκα ἡμῶν δὲ μητέρα Λυκαροῦν και ἐμὲ
[τὸν Ὡρίωνα,] τ̣ῇ δὲ [τοῦ] β (ἔτους) Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἀπε-
[γράψαντο ἀμ]φ̣[ό]τεροι οἱ γονεῖς ἡμῶ[ν] ἐπὶ τοῦ αὐτοῦ ἀμφόδ[ο(υ)] συναπογραψάμενοι ἡμᾶς
[ἀμφοτέρους, τῇ] δ̣ὲ̣ τ̣[ο]ῦ ιϛ (ἔτει) Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγρα-
15[ψάμην ἐγὼ ἐμαυτὸν σ]ὺν̣ τῇ μη[τ]ρὶ ἡμ[ῶν] καὶ τῶι ἐπ[ι]κρεινομ[έ]νῳ(*) ἀδελφῷ μου Ἡρα-
[κλείδῃ διὰ τὸ τὸ]ν πατέρα ἡμ[ῶ]ν μετ[ὰ] τὴν τοῦ β (ἔτους) ἀπογραφὴν [τ]ετελευτηκέναι. ἡ δὲ
[Λυκαροῦς Ἡ]ρακλείδο(υ) δούλου Ἰσχυρίω[ν]ος τοῦ Πά̣π̣ο̣υ μητρὸς Διδύμης τῆς Ἑρμᾶ ἀπεγρά(φη)
[τῷ η (ἔτει) θεοῦ Οὐεσπ]α̣σ̣ι̣ανοῦ ἅμα τῆι μη[τ]ρὶ κ[α]ὶ ἀδελφοῖς ἐπʼ ἀμφόδο(υ) Σεκν[ε]β̣τ(υνείου), ἥτις
[καὶ αὐτὴ ἐτελεύτησε] μετὰ τ[ὴ]ν τοῦ α[ʼϛ] (ἔτους) Ἁδριανο[ῦ] Κ[αίσ]αρος τοῦ κυ[ρί]ου κατʼ οἰκί(αν) ἀπογραφήν,
20[οἱ δὲ γονεῖς ἀπεγ]ράφ[η]σαν τῶι θ̣ (ἔτει) Δ̣[ομι]τ̣ι̣α̣ν̣ο̣ῦ̣ ἐπʼ ἀμφόδο(υ) Κιλίκων συνόντες ἀλλήλ(οις).
[συνπαρεθέμη]ν δὲ ὑμεῖν(*) καὶ ἐπίκ̣ρ̣ι[σ]ι̣[ν] ἐμαυτοῦ κ[αὶ] κ[ό]λλημα ἀπογραφῆς ἐνκτήσεω(ν)
[- ca.11 -] ̣ω̣ν ἡμῶν μέρος ο̣[ἰ]κ[ί]ας [πα]τ̣ρικ̣ῆ̣ς̣ [ ̣ ̣] ̣ο[ ̣ ̣ ̣] ̣[ ̣]δ̣ι[ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣] ̣π̣ ̣[ ̣]ς̣ [γ]ε̣γ̣υ̣(μνασιαρχηκὼς)
[- ca.12 -] διὰ Ἡροδώ̣(ρου) σεση(μείωμαι) Ἡρακλε[ί]δην̣ Ἡρακλείδ[ο(υ) τ]οῦ Ἡρακ(λείδου) μ[η(τρὸς) Λ]υκαροῦτος, (ἔτους) ιη
[Αὐτοκράτορος Καίσαρος] Τραιανοῦ Ἁδρια[νοῦ Σε]βαστοῦ Πα̣ῦ(νι) δ̣.