Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἀντιγρα(φον) ἐκστάσεως. (ἔτους) ιη θεοῦ Ἁδριανοῦ ἐπαγομ(ένων) δ.
ὁμ[ο]λογεῖ Γάιος Ἰούλιος Γέμελλος τῶν ἀπολ̣ε̣λυμένων
στρα(τιωτῶν) ὡ(ς) (ἐτῶν) νε ο(ὐλὴ) μετώπῳ μέσῳ Χαιρήμονι ―
Ὥρου ἀπήλικι(*) διὰ φροντιστοῦ Πετσοραίπιος
5τοῦ Πνεφερῶτος ὡ(ς) (ἐτῶν) ξβ ο(ὐλὴ) καρπῷ δεξιῷ ἐξεσ-
τάσθαι αὐτῷ κατὰ τήνδε τὴν ὁμολογίαν
ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοῦ
καὶ αὐτῷ ἐξεσταμένου 𐅵 μέρο(υς) ἐλαιῶνος ἐν
ἑκτολογουμένῃ τάξει ἀρο(ύρης) δ´ η´ ιϛ´ λβ´ ἢ ὅσου
10ἐὰν ᾖ περὶ Κ̣αρανίδα καὶ ἐν κώμῃ Καρανίδι
ὅλου 𐅵 μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυ-
ρόντων πάντων ἐν μιᾷ σφραγῖδι ἐπὶ
ταῖ[ς] οὔσαις τῶν ὅλων γειτνίαις καὶ ὁρίοις καὶ
εἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι
15καὶ τοῖς ἄλλοις δικαί[ο]ις πᾶσι, ἀνθʼ ὧν ἔσχεν ὁ ὁμο-
λογῶν Γάιος Ἰούλιος Γέμελλος παρὰ τοῦ Πετ-
σοραίπιος ἐκ τοῦ τοῦ Χαιρήμονος ἀπήλικος(*)
λόγου τοῦ μὲν ἐλαιῶνος (δραχμὰς) ρ καὶ τοῦ ἡμίσους
τῶν οἰκοπέδω[ν] (δραχμὰς) ρ, τῶν ἐπὶ τὸ αὐτὸ (δραχμῶν) σ,
20καὶ μὴ ἐπελεύσασθαι(*) περὶ τούτων τρόπῳ
μηδενὶ καὶ βεβαιώσειν αὐτὸν Ἰούλιον Γέ-
μελλον καὶ τοὺς παρʼ αὐτοῦ τῷ Χαιρήμονι
καὶ τοῖς παρʼ αὐτοῦ τὰ ἐξεσταμεα(*) ὡς πρόκει(ται)
πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων
25καὶ παντὸς εἴδους μέχρι τοῦ διεληλυθ(ότος) ιζ (ἔτους)
καὶ αὐτοῦ τοῦ ιζ (ἔτους) Ἁδριανοῦ Καίσαρος τοῦ
κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποι-
ήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ὁπότε
δὲ ἐὰν βούληται ὁ Χαιρήμων ἀπογρά(ψεται) τὰ ἐξεσ-
30ταμένα ἀπὸ ἀντιγρά(φου) τῆσδε τῆς ὁμολ(ογίας)
μὴ προσδεόμ(ενος) τῆς τοῦ ὁμολ(ογοῦντος) παρουσίας.
ἐὰν δέ τι παραβῇ ἀποτεισάτω ἐπιτίμου
(δραχμὰς) ρ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας.
——