Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
βασιλεῖ Πτολεμαίωι χαίρειν Δωρίων Ἀπολλωνίου καὶ Λυσίμαχος Ἀπολλωνίου [καὶ ̣]έων Ἀρχα-
γάθου τῶν κατοικούντων ἐν Ὀξορύγχο̣ις(*) τῆς Πολέμωνος μερίδος. ἀδικούμεθα [ὑπὸ] Πάιτος
τοῦ Πετοσίριος ἱερέως Ἁρμώθιος θεοῦ καὶ Ἄμω̣τ̣ος τοῦ Φαμείνιος γεωργοῦ καὶ Π[έβ]ω̣τος τοῦ
Κελούλιος κα̣ὶ̣ Θέγ̣γ̣ωτος κεραμήως(*). τοῦ γὰρ (ἔτους) γ Μεχεὶρ κη διαπορευομέν[ων ἡμ]ῶ̣ν Ἀφριδεί̣(*)-
5της π̣ό́λ̣ι̣ν̣ τῆς αὐτῆς μερίδος κ̣α̣ὶ̣ συνπορευομένων ἡμεῖν(*) δύο αὐτῶν, Π̣[άιτο]ς̣ κα̣ὶ̣ Ἄμω-
το̣ς, καὶ γενομένων ἡμῶν ἐν τῆι προειρημένηι κώμηι, προσπαραλαβόντ̣[ες̣ Πέ]β̣ων καὶ
Θ̣έ̣γ̣γων ἐ̣νή̣δ̣ρευσαν ⟦εμε⟧ ἡμᾶς. προσελθόντ̣ε̣ς̣ ἡ̣μ̣εῖν(*) ἔφασαν ὄνον πε[πρακέναι Λυσί]μ̣αχο̣ν
Π̣ε̣τ̣ό̣σ̣ι̣ρι κ̣αὶ ἡ̣μῶ̣ν̣ [ἀ]ν̣τι̣λ̣εγό̣ντ̣ω̣ν μ̣ὴ̣ πε̣π̣ρ̣ακέναι, οἵ δὲ τῆι βίαι χρησάμ[ενοι καὶ ̣ ̣ ̣ ̣]οντες
ἡμε̣ῖ̣ν(*) ὕ̣βρ̣ιζον καὶ Λυσίμαχον ἕνα ἡμῶν συναρπάσαντ̣ε̣ς̣ ἀ̣πήγα̣γον πρὸς αὐ̣[τὸν κα]ὶ̣ νυνὶ
10συνκέκλειται, περὶ ὧ̣ν̣ ἐπ̣ήγαγον Ζ̣ή̣ν̣ωνα τὸν φυλακίτην τῆ̣ς κώ̣μ̣ης κ[αὶ - ca.7 -] τὸν
κωμογραμματέα̣ κ̣α̣ὶ̣ ̣ ̣ ̣τ̣ι̣ν̣ Εὐθ̣υκλέους τῶν Θεσσαλῶν [κ]α̣ὶ̣ ἐ̣π̣έ̣δειξα̣ [αὐτοῖ]ς̣ Λ̣υσίμα-
χον συνκεκλειμένον ̣ ̣ . δεό̣μ̣ε̣θ̣α̣ \ ̣ ̣ ̣ον/ ο̣ὖν σ̣ο̣υ, β̣α̣σιλε̣ῦ̣, μὴ περιιδε[ῖν ἡμᾶς ὑβριζομένους καὶ]
συνκεκλειμένον Λυσίμαχον τὸν ἀδελφὸν ἡμῶν ἄνευ τῆς τοῦ στρατηγοῦ γνώμης,
ἀλλὰ βοηθῆσαι ἡμεῖν(*) καὶ [πρ]οσ[τά]ξαι Διοφά̣νει̣ τ̣ῶι στρατηγῶι γράψαι Δημητρίωι τῶι ἐπισ-
15τάτηι ἀποστεῖλαι τοὺς προγεγραμμένους ἐπὶ Διοφάνην καὶ τοὺς ἀποκαταστήσαντας
αὐτοὺς ἵνα μὴ δ̣ι̣αφύγ̣ωσιν̣ κ̣α̣ὶ̣ τὸν Λυσίμαχο̣ν̣ τ̣ὸ̣ν συνκεκλειμένον \κλ̣εισθέντα/ ὅπως ἐπισκέψητ̣α̣ι
περὶ τούτων, καὶ ἐὰν ἦι ἃ γράφομεν ἀληθῆ τ̣ι̣μ̣ώ̣μεθα τὴν ὕβριν ἑκάτερον αὐτῶν (δραχμῶν) σ
πραχθῆναι ἡμεῖν αὐτούς· π̣ε̣ρ̣ὶ̣ δ̣ὲ ὧν συνεγκε̣κλ̣ει̣μένοι εἰσίν, τυχεῖν αὐτοὺς ὃ ἂν αὐτῶν
καταγνῶι Διοφά̣νη̣ς. τούτου γὰρ γενομένο̣υ, β̣α̣σ̣[ι]λεῦ, τευξόμεθα διὰ σὲ τοῦ δικαίου.
20εὐτύχει.
(hand 2) Δημητρίωι̣ ̣[- ca.15 -] ̣ π̣ε̣ρ̣ὶ̣ τ̣ῆ̣ς̣ β̣ί̣α̣ς̣ δὲ καὶ περὶ το̣ῦ̣ ̣ ̣ ̣
διασάφησον ἡμῖν περὶ [τούτων -ca.?- ] (ἔτους) γ Ἀπελλ[αίο]υ κη Παχὼ̣ν̣ β̣
vγάθου τῶν κατοικούντων ἐν Ὀξορύγχο̣ις(*) τῆς Πολέμωνος μερίδος. ἀδικούμεθα [ὑπὸ] Πάιτος