Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Merton I 10 TM Nr. 11901

Lease of Land

Philadelphia (Arsinoites) 21, 28. Juli
Material Papyrus
Inhalt Pacht (Land)
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
ἔτους ἑβδόμου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβερεταίου
τετράδι Μεσορὴι τετράδι ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ
Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πασίων Πετάλου ὡς ἐτῶν τεσσα̣ράκο(ντα)
ἐννέα οὐληι(*) ἀντίχειρι ἀριστερῶι Ἁρμιύσει Ὥρου Πέρσηι τῆς ἐπιγο(νῆς)
5ὡς ἐτῶν τεσσα̣ράκοντα οὐληι(*) δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς
τὸν ὑπάρχοντα αὐτῶι περὶ τὴν προγεγραμμένην κώμην κλῆρον
ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ἦι ἐπικαλούμενον ἡμιαρουρίου εἰς ἔτηι(*)
τρία ἀπὸ τοῦ εἰσιόντος ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφ[ορί]ου
ἐπὶ μὲν τὰ πρῶτα ἔτηι(*) δύο καθʼ(*) ἔτος σὺν αἷς λήμψεται ὁ μεμισθωμένο(ς)
10σπερμάτων κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα
τὸ δὲ τρίτον ὅ ἐστιν ἔσχατον ἔτος τῆς μισθώσεως εἰς σπορὰν χόρ-
του εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμεὶ(*) πυροῦ
ἀρταβῶν ἐννέα πάντα δὲ μέτρωι τετάρτωι ἐμπόρων ἀνυπο-
λόγων παντὸς ὑπολόγου. μὴ ἐξέστωι(*) οὖν τῶι μεμισθωμέν\ῳ/
15πρὸ τοῦ χρόνου ἐγλιπεῖν τὴν μίσθωσιν, ἀλλὰ καὶ τὰ καθʼ(*) ἔτος
ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς χωματ[ι]σμοὺς καὶ ποτισμοὺς
καὶ τὴν ἄλλην γεωργικὴν ἐπιμέλειαν πᾶσαν ἐπιτελειτωι(*)
ἐκ τοῦ ἰδίου καὶ τὰ καθʼ(*) ἔτος ἐκφόρια ἀποδιδότωι(*) τῶι Πασίωνι
ἀεὶ ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι νέα καθαρὰ καὶ ἄδολα,
20καὶ μετὰ τὸν χρόνον παραδότωι(*) τὸ ἔδαφος καθαρὸν ἀπὸ
θροίου(*) καλάμου ἀγρώστεως δίσης(*) πάσης καὶ ἀναπεπαυμέ(νον)
καθὼς πρόκειται· ἐὰν δέ τις κοπρισμὸς γείνηται δώσει
ἕκαστος κατὰ τὸ ἥμισυ , τῆς πράξεως οὔσης τῶι Πασίωνι
ἔκ τε τοῦ Ἁρμιύσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων
25καθάπερ ἐγ(*) δίκης. βεβαιούτωι(*) δʼ αὐτῶι καὶ αὐτὸς ὁ Πασίων τὴν
μίσθωσιν ἐπὶ τοῖς προκειμένοις καὶ ἀ̣πὸ δημοσίων. ὑπογρ(αφεὺς)
Ἡρακλᾶς Φαήσιος ὡς ἐτῶν εἴκοσι ἑνὸς οὐληι(*) πήχει δεξιῶι.
(hand 2) Πασίων Πετάλου μεμίσθωκα
τὸν κλῆρον ἐπὶ̣ πᾶση(*) πάντων
30τῶν προγεγραμμένων καὶ βεβα̣ι̣-
ώσω. (hand 3) Ἁρμιῦσις Ὥρου Πέρσης τῆς ἐπιγονῆς
μεμίσθωμαι τὸν περὶ Φιλαδελφῆαν
τοῦ Πασίωνος κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων
ἐὰν ᾖ ἐπικαλούμενον εἱμιαρουρίου(*)
35εἰς ἔτη τρία ἀπὸ τοῦ ὀγδόου ἔτους Τιβερί-
ου Καίσαρος Σεβαστοῦ ἐκφορίου τὰ μὲν
πρῶτα ἔτη δύο καθʼ(*) ἔτος σὺν σπέρμασι
κριθῆς ἀρτάβας(*) τρισὶ κριθῆς ἀρταβῶν ―
τριάκοντα τὸ δὲ ἔσχατον ἔτος εἰς φο-
40ρὰν(*) χώρτου(*) εἰς κατάβρωμα καὶ κοιτασ-
μὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρτα-
βῶν ἐννέα πάντα δὲ μετρο(*) τεταρτο(*)
ἐμπορο(*), καὶ τὰ ἄλλα ποησο(*) καθὼς πρό-
κειται. ἔγραψα ὑπὲρ αὐτοῦ Ἡρακλᾶς
45Παησις(*) διὰ τὸ̣ μὴ εἰ[δ]έναι αὐτὸν ―
γράμματα. (hand 4) ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσο(ρὴ) δ
ἀ[ν]αγ̣έ̣γρ(απται) δι(ὰ) Βακχ(  ).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar