Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
(hand 1) [ὁ δεῖνα σεση(μείωμαι). (ἔτους) ιη Αὐτο-]
κ̣ρ̣α̣τ̣ό̣[ρων Καισάρων] Λ̣ο̣υ̣κ̣ί̣ου Σεπ̣τ̣(ιμί)ου Σεουή̣ρου
Εὐ̣σεβ[οῦς Περτίνακος καὶ] Μ̣ά̣ρ̣κου Αὐρηλί̣ο̣υ̣ Ἀντ̣(ωνί)ν̣ου Εὐσεβ[ο]ῦς̣
Σε̣(βα)στῶν καὶ [Πουβλίου Σε]π̣τ̣(ιμί)ο̣υ̣ Γ̣έτ̣α Κα̣ίσ̣α̣ρος Σε(βα)στοῦ Φαῶφ(ι) ι.
vac. ?
(hand 2) Διδᾷ ἐξηγ(ητεύσαντι) καὶ [Μύστῃ κο]σ̣(μητεύσαντι) βουλ(ευταῖς) β̣ι̣βλ(ιοφύλαξιν) ἐνκ(τήσεων) Ἀ̣ρ̣σ[ι(νοΐτου)]
5παρὰ Ἀντωνίας Θερμουθαρίου χωρὶς κυρίου χ̣ρηματιζού-
σης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ. κατὰ δημόσιον
χρηματισμὸν τελιωθέντα(*) τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ ἀρχείου
ἐνθάδε ἠγόρασα ἐν κώμῃ Φιλαδελφείᾳ ἥμισυ πέμπτον δέ-
κατον μέρος κοινὸν καὶ ἀδιαίρετον ἕκτου μέρους οἰκίας καὶ
10χρηστηρίων τιμῆς ἀργυρίου δραχμῶν ἑκατὸν παρὰ Τιτοληΐου
τοῦ καὶ Ἰσιδώρου καὶ Τιτοληΐου ἀμφοτέρων Ἀντινοέων Σα-
βεινίων τῶν καὶ Ἁρμονιέων καὶ Κυρίλλης καὶ Τιτανίας τῶν
τεσσάρων Λογγείνου τοῦ καὶ Σαραπίωνος τοῦ Ἰσιδώρου μὴ
ἀπογεγραμμένων, τῶν δὲ γυναικῶν ἑκατέρας μετὰ κυρίου
15τοῦ ἀνδρός, τῆς μὲν Κυρίλλης Σωκράτους Θέωνος τοῦ Πτολε-
μαίου ἀπὸ ἀμφόδου Ἀράβων, τῆς δὲ Τιτανίας Ἀμμωνίου υἱοῦ
Κλαυδιανοῦ τοῦ καὶ Πτολεμαίου ἀρχιερατεύσαντος τῆς Ἀρσινοϊ-
τῶν πόλεως. διὸ ἐπιδίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι
ἀκολούθως ᾧ παρεθέμεν ἀντιγράφῳ τοῦ χρηματισμοῦ.
20ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτοῦ ποιῶμαι, ἀποδείξω ὡς ὑπάρ-
χει καὶ ἔστι καθαρὸν μηδε̣νὶ κρατούμενον· εἰ δὲ φανείη ἑτέρῳ
προσῆκον ἢ προκατεσχημένον διὰ τοῦ βιβλιοφυλακείου, μὴ
ἔσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως. (hand 3) Διδᾶς ἐξηγ(ητεύσας)
βουλ(ευτὴς) κατεχώ(ρισα). (hand 4) Μύστης κοσμητεύσας
25βουλ(ευτὴς) κατεχώρισα. (ἔτους) ιη Λουκίου Σεπτι̣μίου
Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου
Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστ̣[ῶ]ν̣
καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ
Φαῶφι ι.