Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Πετοβάστις Ζήνωνι χαίρειν. γέγ[ραφ]ά σοι πλε[ο]νάκις περί μο̣υ̣ ὅ̣πως ἂν γράψεις(*) Ἑρμαφίλωι
ἵνα {με} διῆταί \με/ ἐκ τῆς φυλακῆς· σὺ [δὲ κα]τε[ρ]ρ̣α̣[θ]ύ̣μηκας, καὶ ταῦτα ἔργων ἡμῖν ἐνεστηκότων.
ὑπελάμβανον οὖν σε μὴ οὕτως ε ̣[ ̣ ̣ ̣ ̣ ̣ε]ιν, [ἀλλὰ] τὴν πᾶσαν σπουδὴν περί μου \ποήσεσθαι(*)·/ ὁ γὰρ Ἑρ-
μάφιλος οὔ φησιν ἀφήσειν με, ἐὰν μὴ σὺ α[ὐ]τῶι γρ̣άψεις(*). πολλάκις γὰρ αὐτῶι ἀπέσταλκα
5ὑπομνήματα. γίνωσκε δὲ διότι οὐ πρὸς ὀφείλημα ἀπῆγμαι· τὰ γὰρ δίκαια πεπόηκα(*) τῶι βα-
σιλεῖ. σὺ οὖν καλῶς ἂν ποήσαις(*) γράψαις(*) αὐτῶι ἐπιστολὴν ἵνα ἀφεθῶ· ὡσαύτως δὲ καὶ Πύθωνι
καὶ Ἀντιπάτρωι γράψον αὐτοῖς ἵνα μνησθῶσιν αὐτῶι ἅμα τῆι ἐπιστολῆι τῆι παρὰ σοῦ ἀποδιδομέ-
νηι αὐτῶι. ἠξίωσα δὲ καὶ Νικαίαν ἀποδημῆσαι πρὸς σέ, ὅπως ἂν αὐτῶι δοις(*) ἐπιστολὴν πρὸς Ἑρ-
μάφιλον· λέγουσιν γὰρ αὐτὸν μέλλειν ἐγδημεῖν εἰς Μέμφιν. ἔρρωσο.
vἵνα {με} διῆταί \με/ ἐκ τῆς φυλακῆς· σὺ [δὲ κα]τε[ρ]ρ̣α̣[θ]ύ̣μηκας, καὶ ταῦτα ἔργων ἡμῖν ἐνεστηκότων.