Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ζήνωνι χαίρειν Παῶσις ὁ πατὴρ Ὥρου
τοῦ κοντωτίτου Ἀπολλωνίου, ὃς καὶ λα-
βών με τῆς χερὸς(*) ἔδωκέν σοι καὶ σὺ ἔλεγες
ὅτι, ἐάν τίς σε ἀδικῆι, ἀνάγγελλέ μοι.
5γίνωσκε οὖν Ἡρακλίδην τὸν ἐπὶ τῶν μυρί-
ων ἀπαγαγών με εἰς τὸ δεσμωτήριον
τετιμώρηταί με εἰσπράσσων (δραχμὰς) ρ.
ἐμοὶ δὲ ὑπάρχει οὐθὲν ἀλλʼ ἢ ὅσα μοι
Ὧρος κατέλιπεν, ὄνον τινὰ καὶ προ-
10τα(*) ἐκείνου ὄντα. μὴ οὖν περιίδῃς με
ἐν τῶι δεσμωτηρίωι ἀπολλύμε-
νον, ἀλλʼ, εἴ τι ἔχεις μοι βοηθῆσαι, ἐξε-
λοῦ με, ἕως ἂν πρὸς ἐκεῖνον γράψω,
καὶ Ἀπολλωνίωι ἐντεύξεται περὶ
15τούτων.
εὐτύχει.
vτοῦ κοντωτίτου Ἀπολλωνίου, ὃς καὶ λα-
βών με τῆς χερὸς(*) ἔδωκέν σοι καὶ σὺ ἔλεγες
ὅτι, ἐάν τίς σε ἀδικῆι, ἀνάγγελλέ μοι.
5γίνωσκε οὖν Ἡρακλίδην τὸν ἐπὶ τῶν μυρί-
ων ἀπαγαγών με εἰς τὸ δεσμωτήριον
τετιμώρηταί με εἰσπράσσων (δραχμὰς) ρ.
ἐμοὶ δὲ ὑπάρχει οὐθὲν ἀλλʼ ἢ ὅσα μοι
Ὧρος κατέλιπεν, ὄνον τινὰ καὶ προ-
10τα(*) ἐκείνου ὄντα. μὴ οὖν περιίδῃς με
ἐν τῶι δεσμωτηρίωι ἀπολλύμε-
νον, ἀλλʼ, εἴ τι ἔχεις μοι βοηθῆσαι, ἐξε-
λοῦ με, ἕως ἂν πρὸς ἐκεῖνον γράψω,
καὶ Ἀπολλωνίωι ἐντεύξεται περὶ
15τούτων.
εὐτύχει.