Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

HGV – Heidelberger Gesamtverzeichnis

P.Strasb. II 85 TM Nr. 103

Väterliche Grundbesitzteilung

Pathyris 113 v.Chr., 15. März
Andere Publikationen SB I 5226 (Z. 1 - 10)
Material Papyrus
Inhalt Vertrag, Teilung, Land
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
1rp
βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων
ἔτους δ, ἐφʼ ἱερείως(*) βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου
καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων
καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπά-
5τορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου
Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανη-
φόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν
Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερείων(*) καὶ ἱερισσῶν καὶ
κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς {μηνὸς}
10Μεχεὶρ κζ.
1
10ἐν Παθύρει, ἐφʼ Ἡλιοδώρου ἀγορανόμου, ἑκόντες συνεγράψαντο.
ὁμολογεῖ Τοτοῆς Πελαίου Πέρσης τῆς ἐπιγονῆς ὡς (ἐτῶν) νε ἐλάσσω μελί(χρως) τετανὸς ἀναφάλανθος
μακροπρόσωπος εὐθύριν διειρῆσθαι(*) τὰ ὑπάρχοντα αὐτῷ ἔγγαια τοῖς ἑαυτοῦ υἱοῖς
ἀπὸ μὲν τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς ἀδελφοῖς γῆς σιτοφόρου ἐν τῷ περὶ Παθῦρ(ιν)
πεδίωι δωδεκάτην μερίδα ἀδι(αίρετον) ἀ(ρο)υ(ρῶν) π, γείτονες τῆς ὅλης· νότου διῶρυξ, βορρᾶ
15\καὶ/ ἀπηλιώτου ὁδός, λι(βὸς) διῶρυξ καλουμένη Τέλωνος, καὶ ἀπʼ ἄλλης σφραγῖδος λεγομένης
2
Πατήφιος ἀρουρῶν λϛ τὸ ἐπιβάλλον αὐτῷ μέρος ἀ(ρο)υ(ρῶν) γ, γείτονες τῆς ὅλης γῆς· νότου γῆ
Ἁρμώνθου, βορρᾶ γῆ Κολλούθου, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Πανοβχούνιος καὶ ἄλλων,
Πανοβχούνει μὲν τῷ ἑαυτοῦ πρεσβυτέρῳ υἱῶι μερίδα α, Πατῆτι τῶι νεωτέρῳ αὐτοῦ υἱῶι
μερίδα μίαν , Ταελολοῦτι καὶ Σιεπμοῦτι ταῖς θυγατράσιν μερίδα μίαν , γ(ίνονται) μερίδας(*) γ τῶν
20σφραγίδων δύο γῆς, καὶ ἀπὸ ψιλοῦ τόπου τοῦ ὄντος ἐν τῇ μέσῃ ταινίᾳ Παθύ(ρεως) πηχῶν
στερεου(*) β 𐅵, οὗ γείτονες· νότου οἰκία Ὥρου, βορρᾶ οἰκία Ψεννήσιος, ἀπηλι(ώτου) οἰκία Πατῆτος Θοτορταίου,
λιβὸς πλατεία ὁδὸς τῶν θεῶν, Πατῆτι τὸν ἀπὸ βορρᾶ ὅ ἐστιν πη(χῶν) στερε(ῶν) α δ´, Πανοβχούνει
τὸν ἀπὸ νότου ἄλλο α δ´, γ(ίνονται) β 𐅵, καὶ ἀπὸ τῆς ἐντὸς τοῦ ὀχυρώματος οἰκίας ὠικοδομημένης
καὶ ἐστεγασμένης Ταελολοῦτι καὶ Σιεπμοῦτι τὸ 𐅵, ἧς μέτεστι Πανοβχούνει τὸ ἄλλο ἥμισυ ,
25ἣν ἐωνήσατο παρὰ Ὥρου τοῦ Πελαίου, καὶ μὴ ἐπελεύσασθαι ἕτερος ἐπὶ τὸν ἕτερον περὶ τοῦ
μεμερισμένου ἑκάστῳ αὐτοῖς τρόπῳ μηδενί, εἰ δὲ μή, ἄκυρος ἔστω, καὶ προσαποτεισάτω
ὁ μὴ ἐνμένων τῶι ἐνμένοντι ἐπιτί(μου) παραχρῆ(μα) χα(λκοῦ) (τάλαντα) κε καὶ τοῖς βασιλεῦσι ἀργυ(ρίου) ἐπι(σήμου) (δραχμὰς) φ,
καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγρα(μμένα).
——
Ἀμμώ(νιος) ὁ παρʼ Ἡλι(οδώρου) κεχρη(μάτικα).
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar