Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀρίστ[ανδρο]ς Ζήνωνι χαίρειν. ἔδει μέν σε, καθότι συνεβάλου
[ἡ]μ̣ῖ̣ν, Ἡρακλείδην τὸν σιτολόγον ἀπεσταλκέναι. οὐ μὴν ἀλλʼ ἔτι
γε καὶ νῦν αὐτὸ ἐπιμελῶς ποίησον· ὁ γὰρ Ἀγήνωρ ἡμῖν πράγματα
παρέχει. γίνωσκε δὲ καὶ περὶ τῶν σησαμικῶν ἡμᾶς
5ἐμβεβληκότας ὅτι τὰ ἐξ ἄλλων ἀνενεχθέντα σύμβολα ὑπὸ σοῦ
τὰ πλεῖστά ἐστιν τῶν τιμὰς σίτου ὠφειληκότων. γέγραφα οὖν
σ̣ο̣ι ὅπως εἰδῆις. τὸν δὲ Ἡρακλείδην νύκτα ἡμέραν ποιούμενος
ἀ̣πόστειλον, ἵνα μὴ ἐπιτιμηθῶμεν. ἔρρωσο. (ἔτους) λϛ, Θῶυθ ιε.
v[ἡ]μ̣ῖ̣ν, Ἡρακλείδην τὸν σιτολόγον ἀπεσταλκέναι. οὐ μὴν ἀλλʼ ἔτι