Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Νίκανδρος Πεισικλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνο-
μεν δὲ καὶ αὐτοί. καὶ πρότερον μέν σοι ἐγράψαμεν εὐχαριστοῦντες
ὅτι οἰκονομήσω περὶ τῶν χαλκῶν τῶν ὀφειλομένων ἡμῖν, καὶ νῦν δὲ
καλῶς ποήσεις(*) πρὸ τοῦ Διότιμον ἀναπλεῦσαι φροντίσας ὅπως ἂν εἰς τοὺς
5ἐνοφειλομένους χαλκοῦς κομίσηι ὃ ἄμ(*) ποτέ σοι δοκῆι πρὸς τρόπου εἶναι.
καὶ περὶ τῆς δὲ οἰκίας καὶ τοῦ ἀμπελωνιδίου οὗ ἔγραψας ἡμῖν, καλῶς \ἂν/ ποησαις(*)
διαθέμενος τὴν ταχίστην, ὅπως ἂν καὶ τοῦτο μὴ διαπέσηι ἡμῖν.
ἔρρωσο. (ἔτους) λϛ, Λωίου ζ.
vμεν δὲ καὶ αὐτοί. καὶ πρότερον μέν σοι ἐγράψαμεν εὐχαριστοῦντες