Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
1aΖήνωνι χ̣⟦ ̣ ̣ ̣ ̣⟧
Ζήνων Ἀξάτηι χαίρειν. ἐγράψαμέν σοι καὶ πρότερον
περὶ Κολλύθου τοῦ ἱερέως τῆς Θοήριος τῆς Φιλαδελφείας ἀποδίδοσθαι
αὐτῶι τὸ γινόμενον παρὰ τοῦ ἱερέως τῆς Θοήριος εἰς τὸ ἱερὸν τὸ ἐμ(*) Φι-
λαδελφείαι, σὺ δέ μοι ἀντέγραψας ὅτι γείνοιτο αὐτῶι εἰς τὸν ἐνι-
5αυτὸν (δραχμαὶ) ιβ. οὐδεὶς οὖν ἀποδίδω[σι]ν οὐδέν. σὺ οὖν σύνταξον ἀπο-
δοθῆναι αὐτῶι πάντα τὰ ὀφειλόμενα· ἐκ τούτων γὰρ τὰς θυ-
σίας ποιοῦνται.
ἔρρωσο. (ἔτους) λϛ,
Μεσορεί.
vΖήνων Ἀξάτηι χαίρειν. ἐγράψαμέν σοι καὶ πρότερον