Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἀπολλώνιος Ζήνωνι χαίρειν, ὀρθῶς ἐποίησας
συλλαβὼν τὸν ἐκ τοῦ ζυτοπωλίου ταμίαν.
ἀπεστάλκαμεν δ̣ὲ πρὸς σὲ καὶ Ἀμε[ν]ν̣έ̣α̣ [τὸν]
ζυτοποιὸν ὅπω̣ς̣ περὶ ὧν ἔγραψας κατ̣η̣γορεῖν
5αὐτοῦ τὸν ταμίαν ἐξελέγξηι ἐπὶ Πέτωνος
τοῦ χρηματιστοῦ. κατάστησον οὖν ἀμφοτέρους
ἐπὶ τὸν Πέτωνα. ἐὰν γὰρ φαίνηται κατʼ ἀλήθειαν
ὀ Ἀμεννεὺς εἰρηκὼς ἃ ἔγραψας πρὸς ἡμᾶς
περιαχθεὶς κρεμήσεται.
10ἔρρωσο. (ἔτους) λα, Δύστρου κγ, Φαμενὼθ λ.
vσυλλαβὼν τὸν ἐκ τοῦ ζυτοπωλίου ταμίαν.