Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Νίκων Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ τὰ λοιπὰ κατὰ νοῦν πράσσεις, εἴ<η> ἄν πολλὴ χάρις
τοῖς θεοῖς·
καὶ ἐωγὼ(*) δὲ ὑγίαινον. καλῶς ἂν ποιήσαις γράψας Νικάνορι περὶ τοῦ ἐλαίου οὗ δεδώκαμεν εἰς τὰ
σώματα, ὅπως ἂν ἡμῖν ἀποδῶι· εἰσὶν δὲ χοῖεις(*) πέντε, καὶ περὶ ὧν σοι πρότερον ἔγραψα, καλῶς ἂν ποι-
ήσαις, ἐάν σοι φαίνηται, ἀποστείλας ἡμῖν, οὐ γὰρ οἶμαί σε ἀγνοιεῖν ὅτι, ἐὰν μή τι παρὰ σοῦ λάβωμεν,
5λιμῶι παραπολοῦμαι, ἕως ἂν εἰδῶ ποῦ γῆς εἰμι, ἐπειδὴ διʼ Ἀπολλώνιον οὐ δυνάμεθʼ ἀνα-
κύψαι, ἀλλὰ συμβαίνει διὰ παντὸς ἡμᾶς περιφόβους εἶναι ὥσπερ τοὺς τὰ μέγιστα ἠδικηκότας.
ἠξίου δὲ καὶ Μενέμαχος ἡμᾶς πρὸς Ἀπολλώνιον καταπλεῦσαι, δοκιμάζων ὀφθῆναι αὐτῶι,
καὶ ὅτι διαλέξεται περὶ ἡμῶν ὅπως ἂν πράσσωμέν τι, καὶ ὅτι μάλιστα ἡμῖν ποιήσει, ἔφη,
ἐὰν αὐτῶι μνησθῶμεν περὶ τοῦ ἐμ(*) Φιλαδε\λ/φείαι ἔργου. εἰ οὖν δοκιμάζεις καταπλεῦσαί με
10ὅπως ἂν ἐντύχωμεν, γράψον μοι. καὶ ἐάν σοι φαίνηται δοῦναι ἡμῖν σιτάριον ὅπως μὴ τίμιον
ἀγοράζωμεν, σύνταξον δοθῆναι Ἀγαθίνωι ὅπως ἀποκομίσηι πρὸς ἡμᾶς.
ἔρρωσο.
vκαὶ ἐωγὼ(*) δὲ ὑγίαινον. καλῶς ἂν ποιήσαις γράψας Νικάνορι περὶ τοῦ ἐλαίου οὗ δεδώκαμεν εἰς τὰ