Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Ἱεροκλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσσεις κατὰ νοῦν, εὖ
ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτὸς
καὶ Ἐφάρμοστος. ἀπέσταλκεν Καλλικῶν παῖδα εἰς Ἡρακλέους πόλιν ὥστε καταγαγεῖν τι αὐτῶι, ὧι ὄνομα Ὀνήσιμος.
ἠξίωσεν οὖν καὶ Πτολεμαῖος παρελθεῖν αὐτὸν πρὸς \σ/έ. σὺ οὖν καλῶς ἂν ποιήσαις πριάμενος ἱμάτιον καὶ \ἄλλο θερινὸν/ ⟦χιτῶνα⟧
Πτολεμαίωι καὶ δοὺς τῶι παιδὶ ὅπως ἂν καταγάγηι, ἐπειδὴ σὺ μακρότερ\ο/ν ποιεῖς, Πτολεμαίωι δὲ τυγχάνει
5χρέα οὖσα· ἀκούων γὰρ ἄνω̣ εὔωνα εἶναι οὐκ ἠγόρακεν ἐνθένδε.
ἔρρωσο.
vκαὶ Ἐφάρμοστος. ἀπέσταλκεν Καλλικῶν παῖδα εἰς Ἡρακλέους πόλιν ὥστε καταγαγεῖν τι αὐτῶι, ὧι ὄνομα Ὀνήσιμος.