Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Πετοσοῦχος(*) Πανεβχούνιος Πετεαρσεμθεῖ
καὶ Παγάνει Πανεβχούνιος καὶ
Παθήμει Παρᾶ καὶ Πετεαρσεμθεῖ
Ἁργενούφ[ι]ος καὶ Πετεαρσεμθεῖ
5Ψεννήσι[ο]ς καὶ Ὥρωι Πατῆτος χαίρειν
καὶ ἐρρῶσθαι. ἔρρωμαι δὲ καὶ αὐτὸς
καὶ Ἐσθαῦτις καὶ Πατοῦς καὶ Ἀλμέντις
καὶ Φίβις καὶ Ψενοσῖρις καὶ Φάφις
καὶ οἱ παρʼ ἡμων(*) πάντες. μὴ λυ-
10πεῖσθε ἐπὶ τοῖς χωρισθεῖσι. ὑπε-
λαμβανοσαν(*) φονευθήσεσθαι. οὐθὲν
ἡμῖν κακὸν ἐπύησεν(*) ἀλλʼ ἐκ τῶν
ἐναντίων ἐπιμεμέληται,
περὶ ὧν, ἐὰν αἱρῆτε, γράψατέ
15μοι. ἠκούσαμεν τὸν μῦν κατα-
βεβρωκέναι τὸν σπόρον. καλῶς
ἡμῖν ὦδε, ἢ ἐν Διοσπόλει ἐὰν
αἱρῆσθε, πυρὸν ἀγοράσαι ἥκατε(*).
τὰ δʼ ἄλλα χαρίζοισθʼ ἑαυτῶν ἐπι-
20μελόμενοι ἵνʼ ὑγιαίνητε.
ἔρρωται Ὧρος καὶ Πετοσῖρις.
ἔρρωσθε. (ἔτους) ιθ Παχὼν η.
vκαὶ Παγάνει Πανεβχούνιος καὶ
Παθήμει Παρᾶ καὶ Πετεαρσεμθεῖ
Ἁργενούφ[ι]ος καὶ Πετεαρσεμθεῖ
5Ψεννήσι[ο]ς καὶ Ὥρωι Πατῆτος χαίρειν
καὶ ἐρρῶσθαι. ἔρρωμαι δὲ καὶ αὐτὸς
καὶ Ἐσθαῦτις καὶ Πατοῦς καὶ Ἀλμέντις
καὶ Φίβις καὶ Ψενοσῖρις καὶ Φάφις
καὶ οἱ παρʼ ἡμων(*) πάντες. μὴ λυ-
10πεῖσθε ἐπὶ τοῖς χωρισθεῖσι. ὑπε-
λαμβανοσαν(*) φονευθήσεσθαι. οὐθὲν
ἡμῖν κακὸν ἐπύησεν(*) ἀλλʼ ἐκ τῶν
ἐναντίων ἐπιμεμέληται,
περὶ ὧν, ἐὰν αἱρῆτε, γράψατέ
15μοι. ἠκούσαμεν τὸν μῦν κατα-
βεβρωκέναι τὸν σπόρον. καλῶς
ἡμῖν ὦδε, ἢ ἐν Διοσπόλει ἐὰν
αἱρῆσθε, πυρὸν ἀγοράσαι ἥκατε(*).
τὰ δʼ ἄλλα χαρίζοισθʼ ἑαυτῶν ἐπι-
20μελόμενοι ἵνʼ ὑγιαίνητε.
ἔρρωται Ὧρος καὶ Πετοσῖρις.
ἔρρωσθε. (ἔτους) ιθ Παχὼν η.