Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Σα̣τύρα Ζήνωνι χαίρ[ε]ιν. Ἀπολλωνίου συντάξαντος ἱματισμὸν
ἡμ̣ῖν δοῦναι, ἐμοί τε καὶ τῆι μητρί, εὑρήσεις δὲ καὶ τὸ ὑπόμνημα ὃ ἔγραψεν
Ἀ̣π̣ο̣λ̣λ̣ώ̣ν̣ι̣ο̣ς̣ π̣ερὶ τούτων, ἀπʼ ἐκε̣ί̣νου γὰρ οὐκ εἰλήφαμεν, ἤδη δʼ ἐστὶν ἔτος
τούτο δεύτερον. καλῶς ἂν οὖμ(*) ποήσαις(*) ἐπισκεψάμενος καὶ ἐμφανίσας Ἀπολλωνί-
5[ωι -ca.?- ] ̣ ̣ ̣ ̣[ -ca.?- ]ι̣ π̣ερὶ ἡμ̣ῶ̣ν μνείαν πόησαι(*), ὅπως μὴ γυμνοὶ ὦμεν. καὶ
τοῦτ̣ο̣ δ̣ό̣τ̣ω̣ ἰ̣δ̣ίαι παρὰ σοῦ ἔχειν. [καὶ] περὶ τοῦ ὀψωνίου \ἐπίσκεψαι·/ ὅλως οὐκ εἰλήφαμεν
ἀλλʼ ἢ ἅπαξ, καὶ τοῦτο ὃ σὺ τοῖς Δημητρίοις ἀπέστειλας δοῦναι ἡμῖν. καλῶς
ἂν οὖμ(*) ποήσαις(*) καὶ περὶ τούτων ἐπισκεψάμενος, εἰ καί σοι δοκεῖ, ὅτι συντομώτατα.
ἔρρωσο.
vἡμ̣ῖν δοῦναι, ἐμοί τε καὶ τῆι μητρί, εὑρήσεις δὲ καὶ τὸ ὑπόμνημα ὃ ἔγραψεν